ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1...

148
ΨΑΛΜΟΙ 1:1 1 ΨΑΛΜΟΙ 2:8 ΨΑΛΜΟΙ 1 1 ΜΑΚΑΡΙΟΣ ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν· οὐκ ἔστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν. 2 ʼΑλλʼ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. 3 Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ· καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. 4 Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλʼ ἢ ὡς ὁ χνοῦς ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. 5 Διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων. 6 Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. 2 1 Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; 2 Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπιτοαυτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. 3 Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφʼ ἡμῶν τὸν ζυγὸν αὐτῶν. 4 Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. 5 Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. 6 Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπʼ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, 7 διαγγέλλων τὸ πρόσταγμα Κυρίου· Κύριος εἶπε πρὸς μὲ, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. 8 Αἴτησαι παρʼ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα

Transcript of ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1...

Page 1: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 1:1 1 ΨΑΛΜΟΙ 2:8

ΨΑΛΜΟΙ1

1 ΜΑΚΑΡΙΟΣ ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν,καὶ ἐν ὁδῷ ἁμαρτωλῶν· οὐκ ἔστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶνοὐκ ἐκάθισεν. 2 ʼΑλλʼ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημααὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶνυκτός. 3 Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰτὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐνκαιρῷ αὐτοῦ· καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶπάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται.

4 Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλʼ ἢ ὡς ὁ χνοῦςὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. 5 Διὰ τοῦτοοὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶἐν βουλῇ δικαίων. 6 Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων,καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.

21 Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;

2 Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντεςσυνήχθησαν ἐπιτοαυτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦΧριστοῦ αὐτοῦ. 3 Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶἀποῤῥίψωμεν ἀφʼ ἡμῶν τὸν ζυγὸν αὐτῶν.

4 Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. 5 Τότε λαλήσει πρὸςαὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξειαὐτούς. 6 Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπʼ αὐτοῦ ἐπὶΣιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, 7 διαγγέλλων τὸ πρόσταγμαΚυρίου· Κύριος εἶπε πρὸς μὲ, υἱός μου εἶ σὺ, ἐγὼ σήμερονγεγέννηκά σε. 8 Αἴτησαι παρʼ ἐμοῦ, καὶ δώσω σοι ἔθνητὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα

Page 2: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 2:9 2 ΨΑΛΜΟΙ 4:4τῆς γῆς. 9 Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεῦοςκεραμέως συντρίψεις αὐτούς.

10 Καὶ νῦν βασιλεῖς σύνετε, παιδεύθητε πάντες οἱκρίνοντες τὴν γῆν. 11 Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ,καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. 12 Δράξασθε παιδείας,μή ποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας·ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱπεποιθότες ἐπʼ αὐτῷ.

31 Ψαλμὸς τῷ Δαυὶδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπουἈβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ.

2 Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶἐπανίστανται ἐπʼ ἐμέ. 3Πολλοὶ λέγουσι τῇ ψυχῇ μου, οὐκἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ· διάψαλμα.

4 Σὺ δὲ Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου, καὶ ὑψῶντὴν κεφαλήν μου. 5 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ· διάψαλμα.6 Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Κύριοςἀντιλήψεταί μου. 7Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ,τῶν κύκλῳ ἐπιτιθεμένων μοι. 8Ἀνάστα Κύριε, σῶσόν με ὁΘεός μου· ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοιματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. 9 Τοῦ Κυρίουἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

41 Εἰς τὸ τέλος, ἐν ψαλμοῖς ᾠδὴ τᾠ Δαυίδ.

2 Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσέ μου ὁ Θεὸς τῆςδικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτείρησόνμε, καὶ εἰσάκουσον τῆς προσευχῆς μου.

3 Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτεματαιότητα, καὶ ζητεῖτε ψεῦδος; διάψαλμα. 4 Καὶγνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ, Κύριος

Page 3: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 4:5 3 ΨΑΛΜΟΙ 5:11

εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.5 Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαιςὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε· διάψαλμα.6Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον.

7 Πολλοὶ λέγουσι, τίς δείξει ἡμῖν τὰ ἀγαθά; ἐσημειώθηἐφʼ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. 8 Ἔδωκαςεὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτου καὶοἴνουκαὶ ἐλαίουαὐτῶν ἐπληθύνθησαν. 9Ἐνεἰρήνῃ ἐπὶ τὸαὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω· ὅτι σὺ Κύριε κατὰ μόναςἐπʼ ἐλπίδι κατῴκισάς με.

51 Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης, ψαλμὸς τῷΔαυίδ.

2 Τὰ ῥήματά μου ἐνώτισαι Κύριε, σύνες τῆς κραυγῆςμου, 3 πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μουκαὶ ὁ Θεός μου· ὅτι πρὸς σὲ προσεύξομαι Κύριε, 4 τοπρωῒεἰσακούσῃ τῆς φωνῆς μου· τοπρωῒ παραστήσομαί σοι,καὶ ἐπόψομαι. 5 Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ·οὐδὲ παροικησει σοι πονηρευόμενος, 6 οὐδὲ διαμενοῦσιπαράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου· ἐμίσησας Κύριεπάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, 7ἀπολεῖς πάνταςτοὺς λαλοῦντας τὸ ψεῦδος· ἄνδρα αἱμάτων καὶ δόλιονβδελύσσεται Κύριος. 8Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέου σουεἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸνἅγιόν σου ἐν φόβῳ σου.

9 Κύριε ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκατῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόνμου. 10 Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια· ἡκαρδία αὐτῶνματαία· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν·ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. 11 Κρίνον αὐτοὺς ὁΘεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ

Page 4: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 5:12 4 ΨΑΛΜΟΙ 7:3τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτοὺς, ὅτιπαρεπίκρανάν σε Κύριε.

12 Καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ἐλπίζοντεςἐπὶ σὲ, εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐναὐτοῖς· καὶ καυχήσονται ἐπὶ σοὶ πάντες οἱ ἀγαπῶντες τὸὄνομά σου, 13 ὅτι σὺ εὐλογήσεις δίκαιον Κύριε, ὡς ὅπλῳεὐδοκίας ἐστεφάνωσας ἡμᾶς.

61 Εἰς τὸ τέλος, ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης, ψαλμὸς τῷΔαυίδ.

2 Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σουπαιδεύσῃς με. 3Ἐλέησόν με Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαίμε Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. 4 Καὶ ἡ ψυχή μουἐταράχθη σφόδρα· καὶ σὺ Κύριε ἕως πότε; 5 ἘπίστρεψονΚύριε, ῥῦσαι τὴν ψυχήν μου· σῶσόν με ἕνεκεν τοῦ ἐλέουςσου, 6ὅτι οὐκ ἔστιν ἐν τῷθανάτῳὁμνημονεύωνσου, ἐν δὲτῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; 7 Ἐκοπίασα ἐν στεναγμῷμου, λούσω καθʼ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐνδάκρυσί μου τὴν στρωμνήν μου βρέξω. 8 Ἐταράχθη ἀπὸθυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖςμου.

9 Ἀπόστητε ἀπʼ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴνἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦμου. 10 Εἰσήκουσε Κύριος τῆς δεήσεώς μου, Κύριοςτὴν προσευχήν μου προσεδέξατο. 11 Αἰσχυνθείησανκαὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου,ἐπιστραφείησαν καὶ αἰσχυνθείησαν σφόδρα διὰ τάχους.

71 Ψαλμὸς τῷ Δαυὶδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγωνΧουσὶ υἱοῦ Ἰεμενεί.

2 Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με ἐκπάντων τῶνδιωκόντωνμε, καὶ ῥῦσαί με, 3μήποτε ἁρπάσῃ

Page 5: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 7:4 5 ΨΑΛΜΟΙ 8:1ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου, μηδὲσώζοντος.

4 Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐνχερσί μου, 5 εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ,ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός· 6Καταδιώξαιὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι, καὶ καταπατήσαιεἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦνκατασκηνώσαι· διάψαλμα.

7 Ἀνάστηθι Κύριε ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖςπέρασι τῶν ἐχθρῶν μου· ἐξεγέρθητι Κύριε ὁ Θεός μου ἐνπροστάγματι ᾧ ἐνετείλω, 8καὶ συναγωγὴ λαῶν κυκλώσεισε· καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. 9 Κύριος κρινεῖλαούς· κρίνον με Κύριε κατὰ τὴν δικαιοσύνην μου, καὶκατὰ τὴν ἀκακίαν μου ἐπʼ ἐμοί. 10 Συντελεσθήτω δὴπονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον, ἐτάζωνκαρδίας καὶ νεφροὺς ὁ Θεός.

11 Δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σώζοντοςτοὺς εὐθεῖς τῇ καρδίᾳ. 12 Ὁ Θεὸς κριτὴς δίκαιος, καὶἰσχυρὸς, καὶ μακρόθυμος, μὴ ὀργὴν ἐπάγων καθʼ ἑκάστηνἡμέραν. 13 Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦστιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό.14 Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου, τὰ βέλη αὐτοῦτοῖς καιομένοις ἐξειργάσατο.

15 Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκενἀνομίαν. 16 Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. 17 Ἐπιστρέψει ὁπόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦἡ ἀδικία αὐτοῦ καταβήσεται. 18 Ἐξομολογήσομαι Κυρίῳκατὰ τὴν δικαιοσύνην αὐτοῦ, ψαλῶ τῷ ὀνόματι Κυρίουτοῦ ὑψίστου.

81 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν, ψαλμὸς τῷ Δαυίδ.

Page 6: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 8:2 6 ΨΑΛΜΟΙ 9:92 Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν

πάσῃ τῇ γῇ; ὅτι ἐπῄρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνωτῶν οὐρανῶν. 3 Ἐκ στόματος νηπίων καὶ θηλαζόντωνκατηρτίσω αἶνον· ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαιἐχθρὸν καὶ ἐκδικητήν.

4 Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλωνσου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας· 5 Τί ἐστινἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτιἐπισκέπτῃ αὐτόν; 6 Ἠλάττωσας αὐτὸν βραχύ τι παρʼἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, 7 καὶκατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάνταὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, 8 πρόβατα καὶβόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, 9 τὰπετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰδιαπορευόμενα τρίβους θαλασσῶν. 10 Κύριε ὁ Κύριοςἡμῶν, ὡς θαυμαστὸν ὄνομά σου ἐν πάσῃ τῇ γῇ;

91 Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷΔαυίδ.

2 Ἐξομολογήσομαι σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου,διηγήσομαι πάντα τὰ θαυμάσιά σου. 3Εὐφρανθήσομαι καὶἀγαλλιάσομαι ἐν σοὶ, ψαλῶ τῷ ὀνόματί σου ὕψιστε.

4 Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω,ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου. 5 Ὅτιἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου, ἐκάθισαςἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. 6 Ἐπετίμησας ἔθνεσι,καὶ ἀπώλετο ὁ ἀσεβὴς· τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰςτὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 7 Τοῦ ἐχθροῦἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες·ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετʼ ἤχου, 8 καὶ ὁ Κύριοςεἰς τὸν αἰῶνα μένει· ἡτοίμασεν ἐν κρίσει τὸν θρόνοναὐτοῦ, 9 καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,

Page 7: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 9:10 7 ΨΑΛΜΟΙ 9:26κρινεῖ λαοὺς ἐν εὐθύτητι. 10Καὶ ἐγένετο Κύριος καταφυγὴτῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψει. 11 Καὶἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε Κύριε.

12 Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιὼν,ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ.13Ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη, οὐκ ἐπελάθετοτῆς δεήσεως τῶν πενήτων.

14 Ἐλέησόν με Κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶνἐχθρῶν μου, ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου·15 Ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖςπύλαις τῆς θυγατρὸς Σιών· ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳσου.

16 Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν· ἐν παγίδιταύτῃ ᾗ ἔκρυψαν συνελήφθη ὁ ποὺς αὐτῶν. 17ΓινώσκεταιΚύριος κρίματα ποιῶν, ἐν τοῖς ἔργοις τῶν χειρῶναὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός· ᾠδὴ διαψάλματος.18 Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντατὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ. 19 Ὅτι οὐκ εἰςτέλος ἐπιλησθήσεται ὁ πτωχὸς, ἡ ὑπομονὴ τῶν πενήτωνοὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα. 20 Ἀνάστηθι Κύριε, μὴκραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου.21 Κατάστησον, Κύριε, νομοθέτην ἐπʼ αὐτοὺς, γνώτωσανἔθνη ὅτι ἀνθρωποί εἰσι· διάψαλμα.

22 Ἱνατί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷςἐν εὐκαιρίαις, ἐν θλίψει; 23 Ἐν τῷ ὑπερηφανεύεσθαιτὸν ἀσεβῆ, ἐμπυρίζεται ὁ πτωχὸς, συλλαμβάνονταιἐν διαβουλίοις οἷς διαλογίζονται. 24 Ὅτι ἐπαινεῖταιὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ,καὶ ὁ ἀδικῶν ἐνευλογεῖται. 25 Παρώξυνε τὸν Κύριονὁ ἁμαρτωλὸς, κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦοὐκ ἐκζητήσει· οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ.26 Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ·

Page 8: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 9:27 8 ΨΑΛΜΟΙ 10:2ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ,πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. 27 Εἶπε γὰρἐν καρδίᾳ αὐτοῦ, οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰνἄνευ κακοῦ. 28 Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίαςκαὶ δόλου, ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος.29 Ἐγκάθηται ἔνεδρα μετὰ πλουσίων ἐν ἀποκρύφοις, τοῦἀποκτεῖναι ἀθῶον· οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένηταἀποβλέπουσιν. 30 Ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέωνἐν τῇ μάνδρᾳ αὐτοῦ· ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχὸν,ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν· ἐν τῇ παγίδι αὐτοῦ31 ταπεινώσει αὐτὸν, κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸνκατακυριεῦσαι τῶν πενήτων. 32 Εἶπε γὰρ ἐν τῇ καρδίᾳαὐτοῦ, ἐπιλέλησται ὁ Θεὸς, ἀπέστρεψε τὸ πρόσωποναὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος.

33 Ἀνάστηθι Κύριε ὁ Θεὸς, ὑψωθήτω ἡ χείρ σου, μὴἐπιλάθῃ τῶν πενήτων. 34 Ἕνεκεν τίνος παρώξυνεν ὁἀσεβὴς τὸν Θεόν; εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ, οὐ ζητήσει.35 Βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς, τοῦπαραδοῦναι αὐτοὺς εἰς χεῖράς σου· σοὶ ἐγκαταλέλειπταιὁ πτωχὸς, ὀρφανῷ σὺ ἦσθα βοηθός. 36 Σύντριψον τὸνβραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, ζητηθήσεται ἡἁμαρτία αὐτοῦ καὶ οὐ μὴ εὑρεθῇ.

37 Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, καὶ εἰς τὸναἰῶνα τοῦ αἰῶνος, ἀπολεῖσθε ἔθνη ἐκ τῆς γῆς αὐτοῦ.38 Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος, τὴνἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου·39 Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτιμεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς.

101 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυὶδ.

Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου,μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; 2 Ὅτι ἰδοὺ

Page 9: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 10:3 9 ΨΑΛΜΟΙ 11:9οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰςφαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖςτῇ καρδίᾳ. 3 Ὅτι ἃ κατηρτίσω καθεῖλον, ὁ δὲ δίκαιος τίἐποίησε;

4 Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, Κύριος, ἐν οὐρανῷὁ θρόνος αὐτοῦ· οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένηταἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺςτῶν ἀνθρώπων· 5 Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸνἀσεβῆ, ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.6 Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον καὶπνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. 7 Ὅτιδίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδετὸ πρόσωπον αὐτοῦ.

111 Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης, ψαλμὸς τῷ Δαυίδ.

2 Σῶσον με Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτιὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.3 Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ,χείλη δόλια, ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν.4 Ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια, καὶγλῶσσαν μεγαλοῤῥήμονα· 5 Τοὺς εἰπόντας, τὴν γλῶσσανἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρʼ ἡμῶν ἐστι· τίςἡμῶν Κύριός ἐστιν;

6 Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦστεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος·θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. 7 Τὰ λόγιαΚυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον, δοκίμιον τῇγῇ, κεκαθαρισμένον ἑπταπλασίως. 8 Σὺ Κύριε φυλάξειςἡμᾶς· καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰςτὸν αἰῶνα. 9Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι, κατὰ τὸ ὕψοςσου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Page 10: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 12:1 10 ΨΑΛΜΟΙ 13:612

1 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.Ἕως πότε Κύριε ἐπιλήσῃ μου, εἰς τέλος; ἕως πότε

ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ; 2 Ἕως τίνοςθήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μουἡμέρας; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπʼ ἐμέ;3Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου· φώτισοντοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον· 4 μήποτε εἴποι ὁ ἐχθρός μου, ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντέςμε ἀγαλλιάσονται ἐὰν σαλευθῶ.

5 Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα· ἀγαλλιάσεται ἡκαρδία μου ἐν τῷ σωτηρίῳ σου. 6 Ἄσω τῷ Κυρίῳ τῷεὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦὑψίστου.

131 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός·διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, οὐκἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. 2 Κύριος ἐκτοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων,τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν. 3 Πάντεςἐξέκλιναν, ἅμαἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα,οὐκ ἔστιν ἕως ἑνός· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν,ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰχείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, ὀξεῖςοἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρίαἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.

4 Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,οἱ κατέσθοντες τὸν λαόν μου βρώσει ἄρτου; τὸν Κύριονοὐκ ἐπεκαλέσαντο. 5 Ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦνφόβος, ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ. 6 Βουλὴν πτωχοῦ

Page 11: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 13:7 11 ΨΑΛΜΟΙ 15:6κατῃσχύνατε, ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστι. 7 Τίς δώσει ἐκΣιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριοντὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσθω Ἰακὼβ,καὶ εὐφρανθήτω Ἰσραήλ.

141 Ψαλμὸς τῷ Δαυίδ.

Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; καὶ τίςκατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου;

2 Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην·λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ· 3 Ὃς οὐκ ἐδόλωσεν ἐνγλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν,καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ·4 Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲφοβουμένους Κύριον δοξάζει· ὁ ὀμνύων τῷ πλησίοναὐτοῦ καὶ οὐκ ἐθετῶν· 5 Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκενἐπὶ τόκῳ, καὶ δῶρα ἐπʼ ἀθώοις οὐκ ἔλαβεν· ὁ ποιῶν ταῦτα,οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.

151 Στηλογραφία τῷ Δαυίδ.

Φύλαξον με Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. 2 Εἶπα τῷΚυρίῳ, Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείανἔχεις. 3 Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεπάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. 4 Ἐπληθύνθησαν αἱἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν· οὐ μὴ συναγάγωτὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδὲ μὴ μνησθῶτῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. 5 Κύριος μερὶςτῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου, σὺ εἶ ὁἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. 6 Σχοινίαἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις, καὶ γὰρ ἡ κληρονομίαμου κρατίστη μοι ἐστίν.

Page 12: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 15:7 12 ΨΑΛΜΟΙ 16:127 Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με, ἔτι δὲ καὶ

ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου. 8 Προωρώμηντὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μουἐστὶν ἵνα μὴ σαλευθῶ. 9 Διὰ τοῦτο ηὐφράνθη ἡ καρδίαμου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξμου κατασκηνώσει ἐπʼ ἐλπίδι· 10 Ὅτι οὐκ ἐγκαταλείψειςτὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖνδιαφθοράν. 11 Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις μεεὐφροσύνης μετὰ τοῦ προσώπου σου, τερπνότητες ἐν τῇδεξιᾷ σου εἰς τέλος.

161 Προσευχὴ τοῦ Δαυίδ.

Εἰσάκουσον Κύριε τῆς δικαιοσύνης μου, πρόσχες τῇδεήσει μου· ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσιδολίοις. 2 Ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι, οἱὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας. 3 Ἐδοκίμασας τὴνκαρδίαν μου, ἐπεσκέψω νυκτὸς, ἐπύρωσάς με, καὶ οὐχεὑρέθη ἐν ἐμοὶ ἀδικία· 4ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου.Τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σουἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. 5 Κατάρτισαι τὰ διαβήματάμου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῇ τὰ διαβήματά μου.

6 Ἐγὼ ἐκεκραξα, ὅτι ἐπήκουσας μου ὁ Θεός· κλῖνοντὸ οὖς σου ἐμοὶ, καὶ εἰσάκουσον τῶν ῥημάτων μου.7Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶσέ· ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου, 8 φύλαξόν με ὡςκόρην ὀφθαλμοῦ· ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσειςμε, 9 ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντωνμε· οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον. 10 Τὸστέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησενὑπερηφανίαν. 11 Ἐκβαλόντες με νυνὶ περιεκύκλωσάνμε, τοὺς ὀφθαλμοὺς αὐτὼν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ.12 Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν, καὶ ὡσεὶ

Page 13: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 16:13 13 ΨΑΛΜΟΙ 17:11σκύμνος οἰκῶν ἐν ἀποκρύφοις. 13 Ἀνάστηθι Κύριε,πρόφθασον αὐτοὺς, καὶ ὑποσκέλισον αὐτοὺς, ῥῦσαι τὴνψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου 14ἀπὸ ἐχθρῶν τῆςχειρός σου· Κύριε ἀπολύων ἀπὸ γῆς, διαμέρισον αὐτοὺςἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν κεκρυμμένων σου ἐπλήσθηἡ γαστὴρ αὐτῶν· ἐχορτάσθησαν ὑείων, καὶ ἀφῆκαν τὰκατάλοιπα τοῖς νηπίοις αὐτῶν.

15 Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου,χορτασθήσομαι ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου.

171 Εἰς τὸ τέλος τῷ παιδὶ Κυρίου τῷ Δαυὶδ, ἃ ἐλάλησε τῷΚυρίῳ, τοὺς λόγους τῆςᾠδῆς ταύτης, ἐν ἡμέρᾳ ᾗ ἐῤῥύσατοαὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκχειρὸς Σαοὺλ, καὶ εἶπεν,

2 Αγαπήσω σε, Κύριε ἰσχύς μου. 3 Κύριος στερέωμάμου, καὶ καταφυγή μου, καὶ ῥύστης μου· ὁ Θεός μουβοηθός μου, ἐλπιῶ ἐπʼ αὐτόν· ὑπερασπιστής μου, καὶκέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου. 4 Αἰνῶνἐπικαλέσομαι Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.5 Περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαῤῥοι ἀνομίαςἐξετάραξάν με. 6 Ὠδῖνες ᾅδου περιεκύκλωσάν με,προέφθασάν με παγίδες θανάτου.

7 Καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον,καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα· ἤκουσεν ἐκ ναοῦ ἁγίουαὐτοῦ φωνῆς μου. καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦεἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.

8 Καὶ ἐσαλεύθη, καὶ ἔντρόμος ἐγενήθη ἡ γῆ, καὶ τὰθεμέλια τῶν ὀρέων ἐταράχθησαν, καὶ ἐσαλεύθησαν, ὅτιὠργίσθη αὐτοῖς ὁ Θεός. 9 Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ,καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν, ἄνθρακεςἀνήφθησανἀπʼ αὐτοῦ. 10Καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη,καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. 11 Καὶ ἐπέβη ἐπὶ

Page 14: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 17:12 14 ΨΑΛΜΟΙ 17:31χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.12 Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡσκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. 13Ἀπὸτῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον,χάλαζα καὶ ἄνθρακες πυρός. 14 Καὶ ἐβρόντησεν ἐξοὐρανοῦΚύριος, καὶ ὁ ὕψιστος ἔδωκεφωνὴναὐτοῦ. 15Καὶἐξαπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτοὺς, καὶ ἀστραπὰςἐπλήθυνε καὶ συνετάραξεν αὐτούς. 16 Καὶ ὤφθησαναἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆςοἰκουμένης· ἀπὸ ἐπιτιμήσεώς σου Κύριε, ἀπὸ ἐνπνεύσεωςπνεύματος ὀργῆς σου.

17 Ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, προσελάβετόμε ἐξ ὑδάτων πολλῶν. 18 Ῥύσεταί με ἐξ ἐχθρῶν μουδυνατῶν, καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησανὑπὲρ ἐμέ. 19 Προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου,καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου. 20 Καὶ ἐξήγαγέμε εἰς πλατυσμὸν, ῥύσεταί με, ὅτι ἠθέλησέ με. 21 Καὶἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶκατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι.22 Ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου, καὶ οὐκ ἠσέβησα ἀπὸτοῦ Θεοῦ μου. 23 Ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόνμου, καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησαν ἀπʼ ἐμοῦ.24 Καὶ ἔσομαι ἄμωμος μετʼ αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆςἀνομίας μου. 25 Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴνδικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶνμου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.

26 Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς ἀθώουἀθῶος ἔσῃ· 27 Καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰστρεβλοῦ διαστρέψεις. 28 Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις,καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις. 29 Ὅτι σὺφωτιεῖς λύχνον μου Κύριε, ὁ Θεός μου φωτιεῖς τὸ σκότοςμου. 30Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ ἐν τῷΘεῷ μου ὑπερβήσομαι τεῖχος. 31 Ὁ Θεός μου, ἄμωμος ἡ

Page 15: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 17:32 15 ΨΑΛΜΟΙ 17:51ὁδὸς αὐτοῦ, τὰ λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστήςἐστι πάντων τῶν ἐλπιζόντων ἐπʼ αὐτόν. 32 Ὅτι τίς Θεὸςπλὴν τοῦ Κυρίου; καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;

33 Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετοἄμωμον τὴν ὁδόν μου· 34 ὁ καταρτιζόμενος τοὺς πόδαςμου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με· 35Διδάσκωνχεῖράς μου εἰς πόλεμον· καὶ ἔθου τόξον χαλκοῦν τοὺςβραχίονάς μου, 36 καὶ ἔδωκάς με ὑπερασπισμὸν σωτηρίαςμου· καὶ ἡ δεξιά σου ἀντελάβετό μου, καὶ ἡ παιδεία σουἀνώρθωσέ με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει.37 Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκἠσθένησαν τὰ ἴχνη μου. 38 Καταδιώξω τοὺς ἐχθρούςμου, καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι,ἕως ἂν ἐκλείπωσιν. 39 Ἐκθλίψω αὐτοὺς, καὶ οὐ μὴδύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου. 40 Καὶπεριέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάνταςτοὺς ἐπανισταένους ἐπʼ ἐμὲ ὑποκάτω μου. 41 Καὶ τοὺςἐχθρούς μου ἔδωκάς μοι νῶτον, καὶ τοὺς μισοῦντάς μεἐξωλόθρευσας. 42 Ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων·πρὸς Κύριον, καὶ οὐκ εἰσήκουεν αὐτῶν. 43 Καὶ λεπτυνῶαὐτοὺς ὡς χοῦν κατὰ πρόσωπον ἀνέμου, ὡς πηλὸνπλατειῶν λεανῶ αὐτούς. 44 Ῥῦσαί με ἐξ ἀντιλογιῶνλαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς ὃν οὐκἔγνων, ἐδούλευσέ μοι, 45 εἰς ἀκοὴν ὠτίου ὑπήκουσέμοι· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, 46 υἱοὶ ἀλλότριοιἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.

47 Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου, καὶ ὑψωθήτωὁ Θεὸς τῆς σωτηρίας μου. 48 Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσειςἐμοὶ, καὶ ὑποτάξας λαοὺς ὑπʼ ἐμὲ, 49 ὁ ῥύστης μουἐξ ἐχθρῶν ὀργίλων· ἀπὸ τῶν ἐπανισταμένων ἐπʼ ἐμὲὑψώσεις με, ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με. 50 Διὰ τοῦτοἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματίσου ψαλῶ. 51 Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως

Page 16: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 18:1 16 ΨΑΛΜΟΙ 18:15αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ τῷ Δαυὶδ, καὶτῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

181 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

2 Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶναὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. 3 Ἡμέρα τῇ ἡμέρᾳἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. 4 Οὐκεἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶαὐτῶν· 5 Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν· 6 ἐντῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίοςἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ· ἀγαλλιάσεται ὡς γίγαςδραμεῖν ὁδὸν αὐτοῦ. 7 Ἀπʼ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδοςαὐτοῦ· καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ·καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ.

8 Ὁ νόμος τοῦ Κυρίου ἄμωμος ἐπιστρέφων ψυχὰς, ἡμαρτυρία Κυρίου πιστὴ σοφίζουσα νήπια. 9Τὰ δικαιώματαΚυρίου εὐθέα εὐφραίνοντα καρδίαν, ἡ ἐντολὴ Κυρίουτηλαυγὴς φωτίζουσα ὀφθαλμούς. 10 Ὁ φόβος Κυρίουἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος, τὰ κρίματα Κυρίουἀληθινὰ δεδικαιωμένα ἐπὶ τὸ αὐτό· 11 Ἐπιθυμητὰ ὑπὲρχρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλικαὶ κηρίον. 12Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἐν τῷφυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.

13 Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μουκαθάρισόν με, 14 καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλουσου· ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι, καὶκαθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης. 15Καὶ ἔσονται εἰςεὐδοκίαν τὸ λόγια τοῦ στόματός μου, καὶ ἡ μελέτη τῆςκαρδίας μου ἐνώπιόν σου διαπαντός· Κύριε βοηθέ μου, καὶλυτρωτά μου.

Page 17: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 19:1 17 ΨΑΛΜΟΙ 20:7

191 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

2 Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως,ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.3 Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼνἀντιλάβοιτό σου. 4 Μνησθείη πάσης θυσίας σου, καὶ τὸὁλοκαύτωμά σου πιανάτω· διάψαλμα. 5 Δῴη σοι κατὰτὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.6 Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, καὶ ἐν ὀνόματιΘεοῦ ἡμῶν μεγαλυνθησόμεθα· πληρώσαι Κύριος πάντατὰ αἰτήματά σου.

7 Νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ·ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, ἐνδυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ. 8 Οὗτοι ἐνἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι ΚυρίουΘεοῦ ἡμῶν μεγαλυνθησόμεθα. 9 Αὐτοὶ συνεποδίσθησανκαὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.10Κύριε σῶσον τὸν βασιλέα καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂνἡμέρᾳ ἐπικαλεσώμεθά σε.

201 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

2 Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς,καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. 3 Τὴνἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν δέησιντῶν χειλέωναὐτοῦ οὐκ ἐστέρησας αὐτόν· διάψαλμα. 4Ὅτιπροέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶτὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. 5 Ζωὴνᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰςαἰῶνα αἰῶνος. 6 Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳσου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπʼ αὐτόν. 7Ὅτιδώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνααἰῶνος, εὐφρανεῖς αὐτὸν

Page 18: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 20:8 18 ΨΑΛΜΟΙ 21:11ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. 8Ὅτι ὁ βασιλεὺς ἐλπίζειἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ.

9 Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιάσου εὕροι πάντας τοὺς μισοῦντάς σε. 10 Θήσεις αὐτοὺς ὡςκλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου, Κύριος ἐνὀργῇ αὐτοῦ συνταράξει αὐτοὺς, καὶ καταφάγεται αὐτοὺςπῦρ. 11Τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς, καὶ τὸ σπέρμααὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. 12 Ὅτι ἔκλιναν εἰς σὲ κακὰ,διελογίσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆσαι. 13 Ὅτιθήσεις αὐτοὺς νῶτον ἐν τοῖς περιλοίποις σου, ἑτοιμάσειςτὸ πρόσωπον αὐτῶν. 14Ὑψώθητι Κύριε ἐν τῇ δυνάμει σου·ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.

211 Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, ψαλμὸςτῷ Δαυίδ.

2 Ὁ Θεός ὁ Θεός μου, πρόσχες μοι, ἱνατί ἐγκατέλιπέςμε; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶνπαραπτωμάτων μου. 3 Ο Θεός μου, κεκράξομαι ἡμέραςπρὸς σὲ καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς καὶ οὐκ εἰς ἄνοιανἐμοί.

4 Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. 5 Ἐπὶσοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισανκαὶ ἐῤῥύσωαὐτούς.6Πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐκατῃσχύνθησαν. 7Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος,ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. 8 Πάντες οἱθεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν,ἐκίνησαν κεφαλὴν, 9ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτὸν,σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν. 10 Ὅτι σὺ εἶ ὁ ἐκσπάσαςμε ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου,11 ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας· ἐκ κοιλίας μητρός μου Θεόςμου εἶ σύ.

Page 19: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 21:12 19 ΨΑΛΜΟΙ 21:2812 Μὴ ἀποστῇς ἀπʼ ἐμοῦ· ὅτι θλίψις ἐγγὺς, ὅτι οὐκ

ἔστιν ὁ βοηθῶν. 13 Περιεκύκλωσάν με μόσχοι πολλοί,ταῦροι πίονες περιέσχον με. 14 Ἤνοιξαν ἐπʼ ἐμὲ τὸ στόμααὐτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος. 15 Ὡσεὶὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου,ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆςκοιλίας μου. 16 Ἐξηράνθη ὡσεὶ ὄστρακον ἡ ἰσχύς μου,καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰςχοῦν θανάτου κατήγαγές με. 17 Ὅτι ἐκύκλωσάν με κύνεςπολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με· ὤρυξανχεῖράς μου, καὶ πόδας, 18 ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου·αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. 19 Διεμερίσαντο τὰἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλονκλῆρον.

20 Σὺ δὲ Κύριε μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰςτὴν ἀντίληψίν μου πρόσχες. 21 Ῥῦσαι ἀπὸ ῥομφαίαςτὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου.22 Σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτωνμονοκερώτων τὴν ταπείνωσίν μου.

23 Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐνμέσῳ ἐκκλησίας ὑμνήσω σε. 24 Οἱ φοβούμενοι Κύριοναἰνέσατε αὐτὸν, ἅπαν τὸ σπέρμα Ἰακὼβ δοξάσατε αὐτὸν,φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ. 25 Οτι οὐκἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ,οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπʼ ἐμοῦ· καὶ ἐν τῷκεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου. 26 Παρὰ σοῦ ὁἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τὰς εὐχάς μου ἀποδώσωἐνώπιον τῶν φοβουμένων αὐτόν.

27 Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶαἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτὸν, ζήσονται αἱκαρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. 28 Μνησθήσονται καὶἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς,καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν

Page 20: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 21:29 20 ΨΑΛΜΟΙ 23:5ἐθνῶν. 29 Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζειτῶν ἐθνῶν. 30 Ἔφαγον καὶ προσεκύνησαν πάντες οἱπίονες τῆς γῆς· ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱκαταβαίνοντες εἰς τὴν γῆν· καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, 31καὶτὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ Κυρίῳγενεὰ ἡ ἐρχομένη· 32 Καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνηναὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος.

221 Ψαλμὸς τῷ Δαυίδ.

Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. 2Εἰς τόπονχλόης ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεωςἐξέθρεψέ με· 3 Τὴν ψυχήν μου ἐπέστρεψεν· ὡδήγησένμε ἐπὶ τρίβους δικαιοσύνης, ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.4 Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐφοβηθήσομαι κακὰ, ὅτι σὺ μετʼ ἐμοῦ εἶ· ἡ ῥάβδος σουκαὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. 5 Ἡτοίμασαςἐνώπίον μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με·ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σουμεθύσκον ὡς κράτιστον. 6 Καὶ τὸ ἔλεός σου καταδιώξεταίμε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐνοἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.

231 Ψαλμὸς τῷ Δαυὶδ τῆς μιᾶς σαββάτου.

Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένηκαὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. 2 Αὐτὸς ἐπὶθαλασσῶν ἐθεμελιώσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶνἡτοίμασεν αὐτήν.

3 Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίςστήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; 4Ἀθῶος χερσὶ καὶ καθαρὸςτῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ,καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. 5 Οὗτος

Page 21: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 23:6 21 ΨΑΛΜΟΙ 24:12λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰΘεοῦ σωτῆρος αὐτοῦ. 6 Αὕτη ἡ γενεὰ ζητούντων αὐτὸν,ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. διάψαλμα.

7 Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαιαἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. 8Τίς ἐστινοὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατὸς,Κύριος δυνατὸς ἐν πολέμῳ. 9 Ἄρατε πύλας οἱ ἄρχοντεςὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεταιὁ βασιλεὺς τῆς δόξης. 10 Τίς ἐστιν οὗτος ὁ βασιλεὺςτῆς δόξης; Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν οὗτος ὁβασιλεὺς τῆς δόξης.

241 Ψαλμὸς τῷ Δαυίδ.

Πρὸς σὲ, Κύριε, ᾖρα τὴν ψυχήν μου. 2 Ὁ Θεός μου ἐπὶσοὶ πέποιθα, μὴ καταισχυνθείην· μηδὲ καταγελασάτωσάνμου οἱ ἐχθροί μου, 3 καὶ γὰρ πάντες οἱ ὑπομένοντές σεοὐ μὴ καταισχυνθῶσιν· αἰσχυνθήτωσαν οἱ ἀνομοῦντεςδιακενῆς. 4 Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰςτρίβους σου δίδαξόν με. 5 Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάνσου, καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σὲὑπέμεινα ὅλην τὴν ἡμέραν. 6 Μνήσθητι τῶν οἰκτιρμῶνσου Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνος εἰσίν.7 Ἁμαρτίας νεότητός μου, καὶ ἀγνοίας μου μὴ μνησθῇς·κατὰ τὸ ἔλεός σου μνήσθητί μου, ἕνεκεν τῆς χρηστότητοςσου, Κύριε.

8 Χρηστὸς καὶ εὐθὴς ὁ Κύριος, διὰ τοῦτο νομοθετήσειἁμαρτάνοντας ἐν ὁδῷ. 9 Ὁδηγήσει πρᾳεῖς ἐν κρίσει,διδάξει πρᾳεῖς ὁδοὺς αὐτοῦ. 10 Πᾶσαι αἱ ὁδοὶ Κυρίουἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦκαὶ τὰ μαρτύρια αὐτοῦ. 11 Ἕνεκα τοῦ ὀνόματός σου,Κύριε, καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου, πολλὴ γάρ ἐστι. 12 Τίςἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει

Page 22: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 24:13 22 ΨΑΛΜΟΙ 25:10αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο. 13 Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖςαὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.14 Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτὸν, καὶ ἡδιαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς.

15 Οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν Κύριον, ὅτιαὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. 16Ἐπίβλεψονἐπʼ ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμιἐγώ. 17Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν, ἐκ τῶνἀναγκῶν μου ἐξάγαγέ με· 18 Ἴδε τὴν ταπείνωσίν μου καὶτὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. 19 Ἴδετοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικονἐμίσησάν με. 20 Φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴκαταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ. 21 Ἄκακοι καὶ εὐθεῖςἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε. 22 Λύτρωσαι ὁΘεὸς τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.

251 Τοῦ Δαυίδ.

Κρίνον με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην, καὶἐπὶ τῷ Κυρίῳ ἐλπίζων οὐ μὴ σαλευθῶ. 2 Δοκίμασόν με,Κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶτὴν καρδίαν μου.

3 Ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μουἐστὶ, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου. 4 Οὐκ ἐκάθισαμετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντωνοὐ μὴ εἰσέλθω· 5Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶμετὰ ἀσεβῶν οὐ μὴ καθίσω. 6 Νίψομαι ἐν ἀθώοις τὰςχεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε·7 Τοῦ ἀκοῦσαι φωνῆς αἰνέσεως, καὶ διηγήσασθαι πάντατὰ θαυμάσιά σου. 8Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου,καὶ τόπον σκηνώματος δόξης σου. 9Μὴσυναπολέσῃς μετὰἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴνζωήνμου, 10ὧν ἐν χερσὶν ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη

Page 23: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 25:11 23 ΨΑΛΜΟΙ 26:12δώρων. 11 Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην, λύτρωσαίμε καὶ ἐλέησόν με. 12 Ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι, ἐνἐκκλησίαις εὐλογήσω σε Κύριε.

261 Τοῦ Δαυὶδ, πρὸ τοῦ χρισθῆναι.

Κύριος φωτισμός μου καὶ σώτηρ μου, τίναφοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸτίνος δειλιάσω; 2 Ἐν τῷ ἐγγίζειν ἐπʼ ἐμὲ κακοῦντας, τοῦφαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντες με καὶ οἱ ἐχθροί μου,αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. 3 Ἐὰν παρατάξηται ἐπʼ ἐμὲπαρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇἐπʼ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπιζω. 4 Μίαν ᾐτησάμηνπαρὰ Κυρίου, ταύτην ἐκζητήσω, τοῦ κατοικεῖν με ἐν οἴκῳΚυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖνμε τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸναὐτοῦ. 5 Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶνμου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκῆνης αὐτοῦ· ἐνπέτρᾳ ὕψωσέ με, 6 καὶ νῦν ἰδοὺ ὕψωσε τὴν κεφαλήν μουἐπʼ ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦθυσίαν ἀλαλαγμοῦ, ᾄσομαι καὶ ψαλῶ τῷ Κυρίῳ·

7 Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου ἧς ἐκέκραξα,ἐλέησόν με, καὶ εἰσάκουσόν μου. 8 Σοὶ εἶπεν ἡ καρδίαμου, ἐξεζήτησα τὸ πρόσωπόν σου, τὸ πρόσωπόν σου Κύριεζητήσω. 9 Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ, μὴἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθός μου γενοῦ,μὴ ἐγκαταλίπῃς με, καὶ μὴ ὑπερίδῃς με ὁ Θεὸς ὁ σωτήρμου. 10Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με,ὁ δὲ Κύριος προσελάβετό με. 11 Νομοθέτησόν με, Κύριε,ἐν τῇ ὁδῷ σου, καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκατῶν ἐχθρῶν μου. 12Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντωνμε, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡἀδικία ἑαυτῇ.

Page 24: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 26:13 24 ΨΑΛΜΟΙ 28:113 Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.

14 Ὑπόμεινον τὸν Κυριον, ἀνδρίζου, καὶ κραταιούσθω ἡκαρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.

271 Τοῦ Δαυίδ.

Πρὸς σὲ Κύριε ἐκέκραξα, ὁ Θεός μου μὴ παρασιωπήσῃςἐπʼ ἑμοὶ, μήποτε παρασιωπήσῃς ἐπʼ ἐμοὶ, καὶὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.2 Εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου, ἐν τῷ δέεσθαίμε πρὸς σὲ, ἐν τῷ αἴρειν με χεῖράς μου εἰς ναὸν ἅγιόνσου. 3 Μὴ συνελκύσῃς μετὰ ἁμαρτωλῶν τὴν ψυχήν μου,καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με, τῶνλαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲἐν ταῖς καρδίαις αὐτῶν. 4Δὸς αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν,καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν·κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς, ἀπόδος τὸἀνταπόδομα αὐτῶν αὐτοῖς. 5 Ὅτι οὐ συνῆκαν εἰς τὰἔργα Κυρίου καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, καθελεῖςαὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.

6 Εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆςδεήσεώς μου. 7 Κύριος βοηθός μου καὶ ὑπερασπιστήςμου· ἐπʼ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην,καὶ ἀνέθαλεν ἡ σάρξ μου· καὶ ἐκ θελήματός μουἐξομολογήσομαι αὐτῷ. 8 Κύριος κραταίωμα τοῦ λαοῦαὐτοῦ, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦαὐτοῦ ἐστι.

9 Σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίανσου, καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον αὐτοὺς ἕως τοῦαἰῶνος.

281 Ψαλμὸς τῷ Δαυὶδ ἐξοδίου σκηνῆς.

Page 25: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 28:2 25 ΨΑΛΜΟΙ 29:9Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κρίῳ υἱοὺς

κριῶν· ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμὴν, 2 ἐνέγκατε τῷΚυρίῳ δόξαν ὀνόματι αὐτοῦ· προσκυνήσατε τῷ Κυρίῳ ἐναὐλῇ ἁγίᾳ αὐτοῦ.

3 Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξηςἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν. 4 Φωνὴ Κυρίουἐν ἰσχύϊ, φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. 5 Φωνὴ Κυρίουσυντρίβοντος κέδρους, συντρίψει Κύριος τὰς κέδρους τοῦΛιβάνου, 6Καὶ λεπτυνεῖ αὐτὰςὡς τὸνμόσχον τὸνΛίβανον,καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. 7 ΦωνὴΚυρίου διακόπτοντος φλόγα πυρός. 8 Φωνὴ Κυρίουσυσσείοντος ἔρημον, συνσσείσει Κύριος τὴν ἔρημονΚάδης. 9 Φωνὴ Κυρίου καταρτιζομένου ἐλάφους, καὶἀποκαλύψει δρυμοὺς, καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγειδόξαν. 10Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ· καὶ καθιεῖταιΚύριος βασιλεὺς εἰς τὸν αἰῶνα. 11 Κύριος ἰσχὺν τῷ λαῷαὐτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.

291 Εἰς τὸ τέλος, ψαλμὸς ᾠδῆς τοῦ ἐνκαινισμοῦ τοῦ οἴκουτοῦ Δαυίδ.

2 Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ εὔφραναςτοὺς ἐχθρούς μου ἐπʼ ἐμέ. 3 Κύριε ὁ Θεός μου, ἐκέκραξαπρὸς σὲ, καὶ ἰάσω με· 4Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήνμου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.

5 Ψάλατε τῷ Κυρίῳ οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθετῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. 6 Ὅτι ὀργὴ ἐν τῷθυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· τοεσπέραςαὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τοπρωῒ ἀγαλλίασις.

7 Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου, οὐ μὴ σαλευθῶ εἰςτὸν αἰῶνα. 8 Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷκάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου,καὶ ἐγενήθην τεταραγμένος. 9 Πρὸς σὲ Κύριε κεκράξομαι,

Page 26: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 29:10 26 ΨΑΛΜΟΙ 30:12καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. 10 Τίς ὠφέλειαἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν;μὴ ἐξομολογήσεταί σοι χοῦς; ἢ ἀναγγελεῖ τὴν ἀλήθειάνσου; 11 Ἤκουσε Κύριος, καὶ ἠλέησέ με, Κύριος ἐγενήθηβοηθός μου. 12 Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰνἐμοὶ, διεῤῥήξας τὸν σάκκον μου, καὶ περιέζωσάς μεεὐφροσύνην· 13 ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶοὐ μὴ κατανυγῶ. Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶναἐξομολογήσομαί σοι.

301 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυὶδ, ἐκστάσεως.

2 Ἐπὶ σοὶ Κύριε ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸναἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με.3 Κλῖνον πρὸς μὲ τὸ οὖς σου, τὰχυνον τοῦ ἐξελέσθαι μεγενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆςτοῦ σῶσαί με. 4 Ὅτι κραταίωμά μου καὶ καταφυγή μουεἶ σὺ, καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με, καὶδιαθρέψεις με. 5Ἐξάξεις με ἐκ παγίδος ταύτης ἧς ἔκρυψάνμοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε. 6 Εἰς χεῖράςσου παραθήσομαι τὸ πνεῦμά μου, ἐλυτρώσω με Κύριε ὁΘεὸς τῆς ἀληθέιας. 7 Ἐμίσησας τοὺς διαφυλάσσονταςματαιότητας διακενῆς· ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα.8 Ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου· ὅτιἐπεῖδες τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴνψυχήν μου. 9 Καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ,ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.

10 Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι· ἐταράχθη ἐνθυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου.11 Ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου, καὶ τὰ ἔτη μου ἐνστεναγμοῖς· ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰὀστᾶ μου ἐταράχθησαν. 12Παρὰ πάντας τοὺς ἐχθρούς μουἐγενήθην ὄνειδος, καὶ τοῖς γείτοσί μου σφόδρα, καὶ φόβος

Page 27: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 30:13 27 ΨΑΛΜΟΙ 31:2

τοῖς γνωστοῖς μου· οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπʼἐμοῦ· 13 Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας· ἐγενήθηνὡσεὶ σκεῦος ἀπολωλὸς, 14 ὅτι ἤκουσα ψόγον πολλῶνπαροικούντων κυκλόθεν· ἐν τῷ συναχθῆναι αὐτοὺς ἅμαἐπʼ ἐμὲ, τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο.

15 Ἐγὼ δὲ ἐπὶ σοὶ ἤλπισα, Κύριε· εἶπα, σὺ εἶ ὁ Θεός μου,16 ἐν ταῖς χερσί σου οἱ κλῆροί μου· ῥῦσαί με ἐκ χειρὸςἐχθρῶν μου, καὶ ἐκ τῶν καταδιωκόντων με. 17Ἐπίφανοντὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶσόν με ἐν τῷἐλέει σου. 18Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμηνσε· αἰσχυνθείησαν οἱ ἀσεβεῖς, καὶ καταχθείησαν εἰς ᾅδου.19Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰτοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει.

20 Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε,ἧς ἔκρυψας τοῖς φοβουμένοις σε; ἐξειργάσω τοῖςἐλπίζουσιν ἐπὶ σὲ, ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων.21 Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σουἀπὸ ταραχῆς ἀνθρώπων, σκεπάσεις αὐτοὺς ἐν σκηνῇἀπὸ ἀντιλογίας γλωσσῶν. 22 Εὐλογητὸς Κύριος, ὅτιἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. 23 Ἐγὼδὲ εἶπα ἐν τῇ ἐκστάσει μου, ἀπέῤῥιμμαι ἀπὸ προσώπουτῶν ὀφθαλμῶν σου· διὰ τοῦτο εἰσήκουσας, Κύριε, τῆςφωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.

24 Ἀγαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτιἀληθείας ἐκζητεῖ Κύριος, καὶ ἀνταποδίδωσι τοῖς περισσῶςποιοῦσιν ὑπερηφανίαν. 25Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡκαρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.

311 Συνέσεως τῷ Δαυίδ.

Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧνἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. 2 Μακάριος ἀνὴρ ᾧ οὐ

Page 28: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 31:3 28 ΨΑΛΜΟΙ 32:6μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματιαὐτοῦ δόλος.

3 Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦκράζειν με ὅλην τὴν ἡμέραν. 4 Ὅτι ἡμέρας καὶ νυκτὸςἐβαρύνθη ἐπʼ ἐμὲ ἡ χείρ σου, ἐστράφην εἰς ταλαιπωρίανἐν τῷ ἐμπαγῆναι ἄκανθαν· διάψαλμα. 5 Τὴν ἁμαρτίανμου ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα· εἶπα,ἐξαγορεύσω κατʼ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶσὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου· διάψαλμα.6 Ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος ἐν καιρῷεὐθέτῳ· πλὴν ἐν κατακλυσμῷὑδάτων πολλῶνπρὸς αὐτὸνοὐκ ἐγγιοῦσι. 7 Σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆςπεριεχούσης με, τὸ ἀγαλλίαμά μου λύτρωσαί με ἀπὸ τῶνκυκλωσάντων με· διάψαλμα.

8 Συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ,ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου. 9 Μὴ γίνεσθεὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις· ἐν χαλινῷκαὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι τῶν μὴ ἐγγιζόντωνπρὸς σέ. 10 Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τὸν δὲἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει. 11 Εὐφράνθητε ἐπὶΚύριον καὶ ἀγαλλιᾶσθε δίκαιοι, καὶ καυχᾶσθε πάντες οἱεὐθεῖς τῇ καρδίᾳ.

321 Τῷ Δαυίδ.

Ἀγαλλιᾶσθε δίκαιοι ἐν τῷ Κυρίῳ, τοῖς εὐθέσι πρέπειαἴνεσις. 2 Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐνψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. 3 Ἄσατε αὐτῷ ᾆσμακαινὸν, καλῶς ψάλατε ἐν ἀλαλαγμῷ.

4 Ὅτι εὐθὴς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργααὐτοῦ ἐν πίστει. 5 Ἀγαπᾷ ἐγεημοσύνην καὶ κρίσιν,τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. 6 Τῷ λόγῳ τοῦΚυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ

Page 29: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 32:7 29 ΨΑΛΜΟΙ 33:3στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. 7 Συνάγων ὡσεὶἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους.8 Φόβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ, ἀπʼ αὐτοῦ δὲσαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.9 Ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶἐκτίσθησαν. 10 Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖδὲ λογισμοὺς λαῶν, καὶ ἀθετεῖ βουλὰς ἀρχόντων. 11 Ἡδὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆςκαρδίας αὐτοῦ ἀπὸ γενεῶν εἰς γενεάς. 12 Μακάριον τὸἔθνος οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ, λαὸς ὃν ἐξελέξατοεἰς κληρονομίαν ἑαυτῷ. 13 Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁΚύριος, εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. 14 Ἐξἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺςκατοικοῦντας τὴν γῆν. 15 Ὁ πλάσας κατὰ μόνας τὰςκαρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν. 16 Οὐσώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐσωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. 17 Ψευδὴς ἵππος εἰςσωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.

18 Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένουςαὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, 19 ῥύσασθαιἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺςἐν λιμῷ. 20 Ἡ ψυχὴ ἡμῶν ὑπομένει τῷ Κυρίῳ, ὅτιβοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν. 21 Ὅτι ἐν αὐτῷεὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷὀνόματι τῷἁγίῳαὐτοῦ ἠλπίσαμεν. 22Γένοιτο τὸ ἔλεός σου, Κύριε, ἐφʼ ἡμᾶς,καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

331 Τῷ Δαυὶδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίονἈβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν.

2 Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διαπαντὸςἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. 3 Ἐν τῷ Κυρίῳἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πρᾳεῖς καὶ

Page 30: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 33:4 30 ΨΑΛΜΟΙ 33:23εὐφρανθήτωσαν. 4 Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπιτοαυτό.

5 Ἐξεζήτησα τὸν Κύριον καὶ ἐπήκουσέ μου, καὶ ἐκπασῶν τῶν παροικιῶν μου ἐῤῥύσατό με· 6 Προσέλθατεπρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴκαταισχυνθῇ· 7 Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριοςεἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦἔσωσεν αὐτόν. 8 Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶνφοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. 9 Γεύσασθε καὶἴδετε ὅτι χρηστὸς ὁ Κύριος, μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπʼαὐτόν. 10φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτιοὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. 11 Πλούσιοιἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριονοὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ· διάψαλμα.

12 Δεῦτε τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξωὑμᾶς. 13 Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶνἡμέρας ἰδεῖν ἀγαθάς; 14 Παῦσον τὴν γνῶσσάν σου ἀπὸκακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. 15Ἔκκλινονἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν· ζήτησον εἰρήνην, καὶδίωξον αὐτήν.

16 Οφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰςδέησιν αὐτῶν· 17 Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦνταςκακὰ, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.18 Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν,καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς.19 Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶτοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. 20 Πολλαὶ αἱ θλίψειςτῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς 21 ὁΚύριος. Φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶνοὐ συντριβήσεται. 22 Θάνατος ἁμαρτωλῶν πονηρὸς, καὶοἱ μισοῦντες τὸ δίκαιον πλημμελήσουσι. 23 ΛυτρώσεταιΚύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσιπάντες οἱ ἐλπίζοντες ἐπʼ αὐτόν.

Page 31: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 34:1 31 ΨΑΛΜΟΙ 34:15

341 Τῷ Δαυίδ.

Δικάσον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺςπολεμοῦντάς με. 2 Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶἀνάστηθι εἰς βοήθειάν μοι. 3 Ἔκχεον ῥομφαίαν, καὶσύγκλεισον ἐξεναντίας τῶν καταδιωκόντων με· εἰπὸντῇ ψυχῇ μου, σωτηρία σου ἐγώ εἰμι. 4 Αἰσχυνθείησανκαὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου,ἀποστραφείησαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθείησανοἱ λογιζόμενοί μοι κακά. 5 Γενηθήτωσαν ὡσεὶ χοῦςκατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος Κυρίου ἐκθλίβωναὐτούς. 6 Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα,καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς. 7 Ὅτι δωρεὰνἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτηνὠνείδισαντὴν ψυχήν μου.

8 Ἐλθέτω αὐτοῖς παγὶς ἣν οὐ γινώσκουσι, καὶ ἡ θήρα ἣνἔκρυψαν, συλλαβέτω αὐτοὺς, καὶ ἐν τῇ παγίδι πεσοῦνταιἐν αὐτῇ. 9 Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ,τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. 10 Πάντα τὰ ὀστᾶμου ἐροῦσι, Κύριε τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἐκχειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸτῶν διαρπαζόντων αὐτόν.

11 Ἀναστάντες μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον,ἐπηρώτων με. 12 Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶκαλῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. 13 Ἐγὼ δὲ ἐντῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐνεδυόμην σάκκον· καὶἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχήμου εἰς κόλπον μου ἀποστραφήσεται. 14 Ὡς πλησίονὡς ἀδελφὸν ἡμέτερον οὕτως εὐηρέστουν, ὡς πενθῶνκαὶ σκυθρωπάξων οὕτως ἐταπεινούμην. 15 Καὶ κατʼἐμοῦ εὐφράνθησαν, καὶ συνήχθησαν, συνήχθησανἐπʼ ἐμὲ μάστιγες καὶ οὐκ ἔγνων· διεσχίσθησαν καὶ

Page 32: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 34:16 32 ΨΑΛΜΟΙ 35:5οὐ κατενύγησαν. 16 Ἐπείρασάν με, ἐξεμυκτήρισάν μεμυκτηρισμὸν, ἔβρυξαν ἐπʼ ἐμὲ τοὺς ὀδόντας αὐτῶν.

17 Κύριε πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχήν μουἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆμου. 18 Ἐξομολογήσομαί σοι καὶ ἐν ἐκκλησίᾳ πολλῇ,ἐν λαῷ βαρεῖ αἰνέσω σε. 19 Μὴ ἐπιχαρείησάν μοι οἱἐχθραίνοντές μοι ματαίως, οἱ μισοῦντές με δωρεὰν,καὶ διανεύοντες ὀφθαλμοῖς. 20 Ὅτι ἐμοὶ μὲν εἰρηνικὰἐλάλουν, καὶ ἐπʼ ὀργῇ δόλους διελογίζοντο. 21 Καὶἐπλάτυναν ἐπʼ ἐμὲ τὸ στόμα αὐτῶν, εἶπαν, εὖγε, εὖγε,εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν.

22 Εἶδες Κύριε, μὴ παρασιωπήσῃς, Κύριε μὴ ἀποστῇς ἀπʼἐμοῦ. 23 Ἐξεγέρθητι Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁΘεός μου καὶ ὁ Κύριός μου εἰς τὴν δίκην μου. 24 Κρῖνόνμε Κύριε κατὰ τὴν δικαιοσύνην σου Κύριε ὁ Θεός μου, καὶμὴ ἐπιχαρείησάν μοι. 25 Μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν,εὖγε, εὖγε τῇψυχῇἡμῶν· μηδὲ εἴποιεν, κατεπίομεν αὐτόν.26 Αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντεςτοῖς κακοῖς μου· ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴνοἱ μεγαλοῤῥημονοῦντες ἐπʼ ἐμέ. 27 Ἀγαλλιάσαιντο καὶεὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου, καὶεἰπάτωσαν διαπαντὸς, μεγαλυνθείη ὁ Κύριος, οἱ θέλοντεςτὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. 28 Καὶ ἡ γλῶσσά μουμελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸνἔπαινόν σου.

351 Εἰς τὸ τέλος, τῷ δούλῳ Κυρίου τῷ Δαυίδ.

2 Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ, οὐκἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. 3 Ὅτιἐδόλωσεν ἐνώπιον αὐτοῦ, τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦκαὶ μισῆσαι. 4 Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶδόλος, οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι. 5 Ἀνομίαν

Page 33: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 35:6 33 ΨΑΛΜΟΙ 36:9ἐλογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ, παρέστη πάσῃ ὁδῷ οὐκἀγαθῇ, τῇ δὲ κακίᾳ οὐ προσώχθισε.

6 Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σουἕως τῶν νεφελῶν. 7 Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ, τὰκρίματά σου ὡσεὶ ἄβυσσος πολλή· ἀνθρώπους καὶ κτήνησώσεις Κύριε. 8 Ὡς ἐπλήθυνας τὸ ἔλεός σου ὁ Θεός·οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σουἐλπιοῦσι. 9 Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶτὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. 10 Ὅτιπαρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

11 Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε, καὶ τὴνδικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ. 12Μὴ ἐλθέτω μοιποῦς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με·

13 Ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι.

361 Τῷ Δαυίδ.

Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλουτοὺς ποιοῦντας τὴν ἀνομίαν. 2 Ὅτι ὡσεὶ χόρτοςταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόηςταχὺ ἀποπεσοῦνται. 3 Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίειχρηστότητα, καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃἐπὶ τῷ πλούτῳ αὐτῆς. 4 Κατατρύφησον τοῦ Κυρίου, καὶδώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. 5 Ἀποκάλυψονπρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπʼ αὐτὸν, καὶαὐτὸς ποιήσει. 6Καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου,καὶ τὸ κρίμα σου ὡς μεσημβρίαν.

7 Ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτόν· μὴπαραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ,ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίας. 8 Παῦσαι ἀπὸ ὀργῆςκαὶ ἐνκατάλιπε θυμὸν, μὴ παραζήλουὥστε πονηρεύεσθαι.9 Ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται, οἱ δὲ

Page 34: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 36:10 34 ΨΑΛΜΟΙ 36:26ὑπομένοντες τὸν Κύριον, αὐτοὶ κληρονομήσουσι τὴνγῆν. 10 Καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ἁμαρτωλὸς, καὶζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς. 11Οἱ δὲ πρᾳεῖςκληρονομήσουσι γῆν, καὶ κατατρυφήσουσιν ἐπὶ πλήθειεἰρήνης.

12 Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ βρύξειἐπʼ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ. 13Ὁδὲ Κύριος ἐκγελάσεταιαὐτὸν, ὅτι προβλέτει ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ. 14Ῥομφαίανἐσπάσαντο οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον αὐτῶν, τοῦκαταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖςτῇ καρδίᾳ. 15 Ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδίαναὐτῶν, καὶ τὰ τόξα αὐτῶν συντριβείη.

16 Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτονἁμαρτωλῶν πολύν. 17 Ὅτι βραχίονες ἁμαρτωλῶνσυντριβήσονται, ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος.

18 Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων, καὶἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται. 19 Οὐκαταισχυνθήσονται ἐν καιρῷ πονηρῷ, καὶ ἐν ἡμέραιςλιμοῦ χορτασθήσονται· 20 Ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται,οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺςκαὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον.21 Δανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτίσει, ὁ δὲδίκαιος οἰκτείρει καὶ διδοῖ. 22 Ὅτι οἱ εὐλογοῦντεςαὐτὸν κληρονομήσουσι γῆν, οἱ δὲ καταρώμενοι αὐτὸνἐξολοθρευθήσονται.

23 Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται,καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει. 24 Ὅταν πέσῃ οὐκαταῤῥαχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ.25 Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδονδίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦζητοῦν ἄρτους. 26 Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει,καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται.

Page 35: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 36:27 35 ΨΑΛΜΟΙ 37:327 Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, καὶ

κατασκήνου εἰς αἰῶνα αἰῶνος. 28 Ὅτι Κύριος ἀγαπᾷκρίσιν, καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ, εἰςτὸν αἰῶνα φυλαχθήσονται· ἄμωμοι ἐκδικηθήσονται,καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται. 29 Δίκαιοι δὲκληρονομήσουσι γῆν, καὶ κατασκηνώσουσιν εἰς αἰῶνααἰῶνος ἐπʼ αὐτῆς.

30 Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσααὐτοῦ λαλήσει κρίσιν. 31 Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐνκαρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματααὐτοῦ. 32Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦθανατῶσαι αὐτόν. 33Ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸνεἰς τὰς χεῖρας αὐτοῦ, οὐδὲ μὴ καταδικάσαι αὐτὸν, ὅτανκρίνηται αὐτῷ. 34 Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξοντὴν ὁδὸν αὐτοῦ, καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαιτὴν γῆν· ἐν τῷ ἐξολοθρεύεσθαι ἁμαρτωλοὺς, ὄψει.

35 Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενονὡς τὰς κέδρους τοῦ Λιβάνου· 36 Καὶ παρῆλθον, καὶ ἰδοὺοὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόποςαὐτοῦ. 37 Φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα, ὅτι ἐστὶνἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. 38 Οἱ δὲ παράνομοιἐξολοθρευθήσονται ἐπιτοαυτὸ, τὰ ἐγκαταλείμματα τῶνἀσεβῶν ἐξολοθρευθήσονται· 39 Σωτηρία δὲ τῶν δικαίωνπαρὰ Κυρίου, καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷθλίψεως. 40 Καὶ βοηθήσει αὐτοῖς Κύριος, καὶ ῥύσεταιαὐτοὺς, καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν, καὶ σώσειαὐτοὺς; ὅτι ἤλπισαν ἐπʼ αὐτόν.

371 Φαλμὸς τῷ Δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου.

2 Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σουπαιδεύσῃς με. 3 Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶἐπεστήριξας ἐπʼ ἐμὲ τὴν χεῖρά σου.

Page 36: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 37:4 36 ΨΑΛΜΟΙ 37:224 Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου

τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μουἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. 5 Ὅτι αἱ ἀνομίαιμου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺἐβαρύνθησαν ἐπʼ ἐμέ. 6 Προσώζεσαν καὶ ἐσάπησανοἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.7 Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴνἡμέραν σκυθρωπάζων ἐπορευόμην. 8 Ὅτι ἡ ψυχή μουἐπλησθη ἐμπαιγμῶν, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.9 Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸστεναγμοῦ τῆς καρδίας μου.

10 Καὶ ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁστεναγμός μου οὐκ ἀπεκρύβη ἀπὸ σοῦ. 11 Ἡ καρδία μουἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶνὀφθαλμῶν μου οὐκ ἔστι μετʼ ἐμοῦ. 12 Οἱ φίλοι μου καὶοἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶοἱ ἔγγιστά μου μακρόθεν ἔστησαν, 13 καὶ ἐξεβιάζοντο οἱζητοῦντες τὴν ψυχήν μου· καὶ οἱ ζητοῦντες τὰ κακά μοιἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέρανἐμελέτησαν. 14Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶἄλαλος οὐκ ἀνοίγων τὸ στόμααὐτοῦ· 15Καὶ ἐγενόμηνὡσεὶἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦἐλεγμούς.

16 Ὅτι ἐπὶ σοὶ Κύριε ἤλπισα, σὺ εἰσακούσῃ Κύριεὁ Θεός μου. 17 Ὅτι εἶπα, μή ποτε ἐπιχαρῶσί μοι οἱἐχθροί μου, καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπʼ ἐμὲἐμεγαλοῤῥημόνησαν. 18 Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος,καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διαπαντός. 19 Ὅτι τὴνἀνομίαν μου ἀναγγελῶ, καὶ μεριμνήσωὑπὲρ τῆς ἁμαρτίαςμου. 20 Οἱ δὲ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρἐμὲ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. 21 Οἱἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν, ἐνδιέβαλλόν με, ἐπεὶκατεδίωκον δικαιοσύνην. 22 Μὴ ἐγκαταλίπῃς με Κύριε

Page 37: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 37:23 37 ΨΑΛΜΟΙ 38:14ὁ Θεός μου, μὴ ἀποστῇς ἀπʼ ἐμοῦ. 23 Πρόσχες εἰς τὴνβοήθειάν μου Κύριε τῆς σωτηρίας μου.

381 Εἰς τὸ τέλος, τῷ Ἰδιθοὺν ᾠδὴ τῷ Δαυίδ.

2 Εἶπα, φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν ἐνγλώσσῃ μου· ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷσυστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. 3Ἐκωφώθην καὶἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μουἀνεκαινίσθη. 4 Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ· ἐλάλησα ἐν γλώσσῃμου,

5 Γνώρισόν μοι Κύριε τὸ πέρας μου, καὶ τὸν ἀριθμὸντῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ.6 Ἰδοὺ παλαιὰς ἔθου τὰς ἡμέρας μου, καὶ ὑπόστασίςμου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· πλὴν τὰ σύμπανταματαιότης, πᾶς ἄνθρωπος ζῶν· διάψαλμα. 7 Μέντοιγε ἐνεἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται·θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.

8 Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ Κύριος; καὶ ἡὑπόστασίς μου παρὰ σοί ἐστι· διάψαλμα. 9 Ἀπὸ πασῶντῶν ἀνομιῶν μου ῥῦσαί με, ὄνειδος ἄφρονι ἔδωκάς με.10 Ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ εἶ ὁποιήσας με. 11 Ἀπόστησον ἀπʼ ἐμοῦ τὰς μάστιγάς σου· ἀπὸτῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον. 12 Ἐν ἐλεγμοῖςὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον· καὶ ἐξέτηξας ὡςἀράχνην τὴν ψυχὴν αὐτοῦ, πλὴν μάτην ταράσσεται πᾶςἄνθρωπος· διάψαλμα.

13 Εἰσάκουσον τῆς προσευχῆς μου Κύριε καὶτῆς δεήσεώς μου· ἐνώτισαι τῶν δακρύων μου· μὴπαρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶπαρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. 14 Ἄνες

Page 38: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 39:1 38 ΨΑΛΜΟΙ 39:14μοι ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι μὴὑπάρξω.

391 Εἰς τὸ τέλος, τῷ Δαυὶδ ψαλμός.

2 Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι,καὶ εἰσήκουσε τῆς δεήσεώς μου. 3 Καὶ ἀνήγαγέ με ἐκλάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος· καὶ ἔστησενἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματάμου. 4Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ὕμνοντῷ Θεῷ ἡμῶν· ὄψονται πολλοὶ καὶ φοβηθήσονται, καὶἐλπιοῦσιν ἐπὶ Κύριον. 5 Μακάριος ἀνὴρ, οὗ ἐστι τὸ ὄνομαΚυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότηταςκαὶ μανίας ψευδεῖς.

6 Πολλὰ ἐποίησας σὺ Κύριε ὁ Θεός μου τὰ θαυμάσιάσου, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταίσοι· ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρἀριθμόν. 7 Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμαδὲ κατηρτίσω μοι· ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκᾔτησας. 8 Τότε εἶπον, ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίουγέγραπται περὶ ἐμοῦ, 9 τοῦ ποιῆσαι τὸ θέλημά σου ὁ Θεόςμου ἠβουλήθην, καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς καρδίαςμου. 10 Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ,ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω. Κύριε, σὺ ἔγνως 11 τὴνδικαιοσύνην μου, οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου τὴνἀλήθειάν σου, καὶ τὸ σωτήριόν σου εἶπα· οὐκ ἔκρυψα τὸἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς.

12 Σὺ δέ Κύριε μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σουἀπʼ ἐμοῦ, τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διαπαντὸςἀντελάβοντό μου. 13Ὅτι περιέσχον με κακὰ, ὧν οὐκ ἔστινἀριθμὸς, κατέλαβόνμεαἱ ἀνομίαι μου, καὶ οὐκἠδυνάσθηντοῦ βλέπειν· ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆςμου, καὶ ἡ καρδία μου ἐγκατέλιπέ με. 14 Εὐδόκησον Κύριε

Page 39: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 39:15 39 ΨΑΛΜΟΙ 40:12τοῦ ῥύσασθαί με, Κύριε εἰς τὸ βοηθῆσαί μοι πρόσχες.15 Καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντεςτὴν ψυχήν μου, τοῦ ἐξάραι αὐτήν· ἀποστραφείησανεἰς τὰ ὀπίσω, καὶ ἐντραπείησαν οἱ θέλοντές μοικακά. 16 Κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν,οἱ λέγοντές μοι, εὖγε, εὖγε. 17 Ἀγαλλιάσαιντο καὶεὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε Κύριε·καὶ εἰπάτωσαν διαπαντὸς, μεγαλυνθήτω ὁ Κύριος, οἱἀγαπῶντες τὸ σωτήριόν σου. 18Ἐγὼ δὲ πτωχὸς καὶ πένηςεἰμὶ, Κύριος φροντιεῖ μου· βοηθός μου καὶ ὑπερασπιστήςμου εἶ σὺ ὁ Θεός μου, μὴ χρονίσῃς.

401 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

2 Μακαρίος ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳπονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. 3 Κύριος φυλάξαι αὐτὸνκαὶ ζήσαι αὐτὸν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶμὴ παραδοῖ αὐτὸν εἰς χεῖρας ἐχθροῦ αὐτοῦ. 4 Κύριοςβοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ, ὅλην τὴν κοίτηναὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ.

5 Ἐγὼ εἶπα, Κύριε ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου,ὅτι ἥμαρτόν σοι. 6 Οἱ ἐχθροί μου εἶπαν κακά μοι, πότεἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; 7 Καὶ εἰεἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει ἡ καρδία αὐτοῦ,συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει8 ἐπὶ τὸ αὐτό. Κατʼ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροίμου, κατʼ ἐμοῦ ἐλογίζοντο κακά μοι. 9 Λόγον παράνομονκατέθεντο κατʼ ἐμοῦ, μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσειτοῦ ἀναστῆναι; 10 Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μουἐφʼ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπʼ ἐμὲπτερνισμόν.

11 Σὺ δὲ Κύριε ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶἀνταποδώσω αὐτοῖς. 12 Ἐν τούτῳ ἔγνων, ὅτι τεθέληκάς

Page 40: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 40:13 40 ΨΑΛΜΟΙ 41:11με ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπʼ ἐμέ. 13 Ἐμοῦ δὲ διὰτὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σουεἰς τὸν αἰῶνα. 14Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦαἰῶνος καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.

411 Εἰς τὸ τέλος, εἰς σύνεσιν τοῖς υἱοῖς Κορέ.

2 Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶνὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ ὁ Θεός.3 Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ζῶντα· πότεἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; 4 Ἐγενήθητὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς, ἐν τῷλέγεσθαί μοι καθʼ ἑκάστην ἡμέραν, ποῦ ἐστιν ὁ Θεός σου;5 Ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπʼ ἐμὲ τὴν ψυχήν μου, ὅτιδιελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκουτοῦ Θεοῦ· ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχουἑορταζόντων.

6 Ἱνατί περίλυπος εἶ ἡψυχήμου, καὶ ἱνατί συνταράσσειςμε; ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ,σωτήριον τοῦ προσώπου μου,

7 Ὁ Θεός μου· πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη, διὰτοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἐρμωνιεὶμἀπὸ ὄρους μικροῦ. 8 Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰςφωνὴν τῶν καταῤῥακτῶν σου· πάντες οἱ μετεωρισμοίσου, καὶ τὰ κύματά σου ἐπʼ ἐμὲ διῆλθον. 9 Ἡμέραςἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς δηλώσει·παρʼ ἐμοὶ προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου, 10 ἐρῶ τῷΘεῷ, ἀντιλήπτωρ μου εἶ, διατί μου ἐπελάθου; ἱνατίσκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόνμου; 11 Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνείδισάν μεοἱ θλίβοντές με· ἐν τῷ λέγειν αὐτούς μοι καθʼ ἑκάστηνἡμέραν, ποῦ ἐστιν ὁ Θεός σου;

Page 41: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 41:12 41 ΨΑΛΜΟΙ 43:612 Ἱνατί περίλυπος εἶ ἡ ψυχή μου, καὶ ἱνατί

συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτιἐξομολογήσομαι αὐτῷ, ἡ σωτηρία τοῦ προσώπου μου,καὶ ὁ Θεός μου.

421 Ψαλμὸς τῷ Δαυίδ.

Κρίνον με ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην μου, ἐξ ἔθνουςοὐχ ὁσίου, ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με.2 Ὅτι σὺ εἶ ὁ Θεὸς κραταίωμά μου, ἱνατί ἀπώσω με;καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸνἐχθρόν μου; 3Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάνσου, αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου,καὶ εἰς τὰ σκηνώματά σου. 4 Καὶ εἰσελεύσομαι πρὸς τὸθυσιαστήριον τοῦ Θεοῦ, πρὸς τὸν Θεὸν τὸν εὐφραίνοντατὴν νεότητά μου, ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ ὁ Θεὸς ὁΘεός μου.

5 Ἱνατί περίλυπος εἶ ἡψυχήμου, καὶ ἱνατί συνταράσσειςμε; ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ,σωτήριον τοῦ προσώπου μου, ὁ Θεός μου.

431 Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν ψαλμός.

2 Ὁ Θεὸς ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρεςἡμῶν ἀνήγγειλαν ἡμῖν, ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραιςαὐτῶν, ἐν ἡμεραίς ἀρχαίαις. 3 Ἡ χείρ σου ἔθνηἐξωλόθρευσε, καὶ κατεφύτευσας αὐτοὺς, ἐκάκωσας λαοὺςκαὶ ἐξέβαλες αὐτούς. 4 Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶνἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεναὐτοὺς, ἀλλὰ ἡ δεξιά σου καὶ ὁ βραχίων σου, καὶ ὁφωτισμὸς τοῦ προσώπου σου, ὅτι εὐδόκησας ἐν αὐτοῖς.

5 Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, ὁἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ. 6Ἐν σοὶ τοὺς ἐχθροὺς

Page 42: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 43:7 42 ΨΑΛΜΟΙ 43:25ἡμῶνκερατιοῦμεν, καὶ ἐν τῷὀνόματί σου ἐξουθενώσομεντοὺς ἐπανισταμένους ἡμῖν. 7 Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μουἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. 8 Ἔσωσας γὰρἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶςκατῄσχυνας. 9 Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴνἡμέραν, καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸναἰῶνα. διάψαλμα.

10 Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς, καὶ οὐκἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν. 11 Ἀπέστρεψαςἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν, καὶ οἱμισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς. 12 Ἔδωκας ἡμᾶς ὡςπρόβατα βρώσεως, καὶ ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς·13 Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, καὶ οὐκ ἦν πλῆθοςἐν τοῖς ἀλαλάγμασιν αὐτῶν. 14 Ἔθου ἡμᾶς ὄνειδος τοῖςγείτοσιν ἡμῶν, μυκτηρισμὸν καὶ καταγέλωτα τοῖς κύκλῳἡμῶν. 15 Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι,κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. 16 Ὅλην τὴν ἡμέραν ἡἐντροπή μου κατεναντίον μου ἐστὶ, καὶ ἡ αἰσχύνη τοῦπροσώπουμου ἐκάλυψέμε, 17ἀπὸφωνῆς ὀνειδίζοντος καὶπαραλαλοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.

18 Ταῦτα πάντα ἦλθεν ἐφʼ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθάσου, καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου. 19 Καὶ οὐκἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν, καὶ ἐξέκλινας τὰςτρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. 20Ὅτι ἐταπείνωσας ἡμᾶςἐν τόπῳ κακώσεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου.21 Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν, καὶ εἰδιεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον, 22 οὐχὶ ὁΘεὸς ἐκζητήσει ταῦτα; αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆςκαρδίας. 23Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν,ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.

24 Ἐξεγέρθητι, ἱνατί ὑπνοῖς Κύριε; ἀνάστηθι, καὶ μὴἀπώσῃ εἰς τέλος. 25 Ἱνατί τὸ πρόσωπόν σου ἀποστρέφεις;ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν;

Page 43: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 43:26 43 ΨΑΛΜΟΙ 44:1326 Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, ἐκολλήθη εἰςγῆν ἡ γαστὴρ ἡμῶν. 27Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶλύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.

441 Εἰς τὸ τέλος, ὑπὲρ τῶνἀλλοιωθησομένωντοῖς υἱοῖς Κορὲεἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ.

2 Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, λέγωἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἡ γλῶσσά μου κάλαμοςγραμματέως ὀξυγράφου. 3Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺςτῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου, διὰ τοῦτοεὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα.

4 Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σουδυνατέ· τῇ ὡραιότητί σου, καὶ τῷ κάλλει σου, 5 καὶἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε· ἕνεκεν ἀληθείαςκαὶ πρᾳΰτητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σεθαυμαστῶς ἡ δεξιά σου. 6Τὰ βέλη σου ἠκονημένα δυνατὲ,λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦβασιλέως.

7 Ὁ θρόνος σου ὁ Θεὸς εἰς αἰῶνα αἰῶνος, ῥάβδοςεὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. 8 Ἠγάπησαςδικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁΘεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχουςσου.

9 Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίωνσου, ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν ηὔφρανάνσε 10 θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστηἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳπεριβεβλημένη, πεποικιλμένη. 11 Ἄκουσον θύγατερκαὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦσου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. 12 Ὅτι ἐπεθύμησεν ὁβασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστιν ὁ Κύριός σου.13Καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις,

Page 44: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 44:14 44 ΨΑΛΜΟΙ 45:11τὸ πρόσωπόν σου λιτανεῦσουσιν οἱ πλούσιοι τοῦ λαοῦτῆς γῆς.

14 Πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς τοῦ βασιλέως Ἐσεβὼν,ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη·15 ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱπλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. 16 Ἀπενεχθήσονταιἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸνβασιλέως. 17 Ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοιυἱοὶ, καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν.18 Μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶγενεᾷ, διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα,καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·

451 Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορὲ, ὑπὲρ τῶν κρυφίωνψαλμός.

2 Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐνθλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. 3 Διὰ τοῦτοοὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶμετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. 4 Ἤχησαν καὶἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐταράχθησαν τὰ ὄρη ἐντῇ κραταιότητι αὐτοῦ. διάψαλμα. 5 Τοῦ ποταμοῦ τὰὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, ἡγίασε τὸσκήνωμα αὐτοῦ ὁ ὕψιστος. 6 Ὁ Θεὸς ἐν μέσῳ αὐτῆςοὐ σαλευθήσεται, βοηθήσει αὐτῇ ὁ Θεὸς τῷ προσώπῳ.7 Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴναὐτοῦ, ἐσαλεύθη ἡ γῆ. 8Κύριος τῶν δυνάμεων μεθʼ ἡμῶν,ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. διάψαλμα.

9 Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Κυρίου, ἃ ἔθετο τέρατα ἐπὶτῆς γῆς· 10 ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆςγῆς, τόξον συντρίψει, καὶ συγκλάσει ὅπλον, καὶ θυρεοὺςκατακαύσει ἐν πυρί. 11 Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμιὁ Θεὸς, ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ

Page 45: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 45:12 45 ΨΑΛΜΟΙ 47:9γῇ· 12Κύριος τῶν δυνάμεων μεθʼ ἡμῶν, ἀντιλήπτωρ ἡμῶνὁ Θεὸς Ἰακώβ.

461 Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορὲ ψαλμός.

2 Παντὰ τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷἐν φωνῇ ἀγαλλιάσεως. 3 Ὅτι Κύριος ὕψιστος, φοβερὸς,βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. 4Ὑπέταξε λαοὺς ἡμῖν,καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· 5 Ἐξελέξατο ἡμῖν τὴνκληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακὼβ, ἣν ἠγάπησε·διάψαλμα.

6 Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇσάλπιγγος. 7 Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷβασιλεῖ ἡμῶν, ψάλατε. 8 Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁΘεὸς, ψάλατε συνετῶς. 9Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη,ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. 10 Ἄρχοντεςλαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, ὅτι τοῦ Θεοῦοἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρθησαν.

471 Ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορὲ δευτέρᾳ σαββάτου.

2 Μεγὰς Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. 3 Εὐρίζων, ἀγαλλιάματι πάσηςτῆς γῆς, ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἡ πόλις τοῦβασιλέως τοῦ μεγάλου. 4 Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆςγινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς.

5Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν, ἤλθοσαν ἐπὶτὸ αὐτό. 6Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν, ἐταράχθησαν,ἐσαλεύθησαν, 7 τρόμος ἐπελάβετο αὐτῶν· ἐκεῖ ὠδῖνεςὡς τικτούσης. 8 Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖαΘάρσις. 9 Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν, ἐνπόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ὁΘεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα· διάψαλμα.

Page 46: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 47:10 46 ΨΑΛΜΟΙ 48:1210 Ὑπελάβομεν ὁ Θεὸς τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ

σου. 11 Κατὰ τὸ ὄνομά σου ὁ Θεὸς, οὕτως καὶ ἡ αἴνεσίςσου ἐπὶ τὰ πέρατα τῆς γῆς, δικαιοσύνης πλήρης ἡ δεξιάσου. 12 Εὐφρανθήτω τὸ ὄρος Σιὼν, ἀγαλλιάσθωσαν αἱθυγατέρες τῆς Ἰουδαίας ἕνεκα τῶν κριμάτων σου Κύριε.

13 Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτὴν, διηγήσασθεἐν τοῖς πύργοις αὐτῆς. 14 Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴνδύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς, ὅπωςἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. 15 Ὅτι οὗτός ἐστιν ὁΘεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.

481 Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλμός.

2 Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντεςοἱ κατοικοῦντες τὴν οἰκουμένην, 3 οἵ τε γηγενεῖς καὶ οἱυἱοὶ τῶν ἀνθρώπων, ἐπιτοαυτὸ πλούσιος καὶ πένης. 4 Τὸστόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μουσύνεσιν. 5 Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐνψαλτηρίῳ τὸ πρόβλημά μου.

6 Ἱνατί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῆςπτέρνης μου κυκλώσει με. 7 Οἱ πεποιθότες ἐπὶ τῇδυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶνκαυχώμενοι. 8 Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεταιἄνθρωπος; οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, 9 καὶ τὴντιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ· καὶ ἐκοπίασενεἰς τὸν αἰῶνα, 10 καὶ ζήσεται εἰς τέλος· ὅτι οὐκ ὄψεταικαταφθορὰν,

11 Ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας, ἐπιτοαυτὸ ἄφρωνκαὶ ἄνους ἀπολοῦνται, καὶ καταλείψουσιν ἀλλοτρίοιςτὸν πλοῦτον αὐτῶν. 12 Καὶ οἱ τάφοι αὐτῶν οἰκίαιαὐτῶν εἰς τὸν αἰῶνα, σκηνώματα αὐτῶν εἰς γενεὰνκαὶ γενεὰν, ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν

Page 47: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 48:13 47 ΨΑΛΜΟΙ 49:8γαιῶν αὐτῶν. 13 Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε,παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθηαὐτοῖς. 14Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς, καὶ μετὰταῦτα ἐν τῷ στόματι αὐτῶν εὐλογήσουσι· διάψαλμα. 15Ὡςπρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς· καὶκατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τοπρωῒ, καὶ ἡ βοήθειααὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ ἐκ τῆς δόξης αὐτῶν.16Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου,ὅταν λαμβάνῃ με· διάψαλμα.

17 Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅτανπληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. 18 Ὅτι οὐκἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲσυγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. 19Ὅτι ἡ ψυχὴ αὐτοῦἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται, ἐξομολογήσεταί σοι ὅτανἀγαθύνῃς αὐτῷ. 20 Εἰσελεύσεται ἕως γενεᾶς πατέρωναὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς. 21 Ἄνθρωπος ἐντιμῇ ὢν, οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖςἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.

491 Ψαλμὸς τῷ Ἀσάφ.

Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸἀνατολῶνἡλίου μέχρι δυσμῶν. 2ἘκΣιὼνἡ εὐπρέπεια τῆςὡραιότητος αὐτοῦ. 3 Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν,καὶ οὐ παρασιωπήσεται· πῦρ ἐναντίον αὐτοῦ καυθήσεται,καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. 4 Προσκαλέσεται τὸνοὐρανὸν ἄνω, καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ.5Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένουςτὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. 6 Καὶ ἀναγγελοῦσιν οἱοὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι Θεὸς κριτής ἐστι·διάψαλμα.

7 Ἄκουσον λαός μου καὶ λαλήσω σοι, Ἰσραὴλ, καὶδιαμαρτύρομαί σοι· ὁ Θεὸς ὁ Θεός σου εἰμὶ ἐγώ. 8 Οὐκ

Page 48: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 49:9 48 ΨΑΛΜΟΙ 50:3

ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, τὰ δὲ ὁλοκαυτώματά σουἐνώπιόν μου ἐστὶ διαπαντός. 9 Οὐ δέξομαι ἐκ τοῦ οἴκουσου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιυάρους· 10 Ὅτιἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι,καὶ βόες. 11 Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶὡραιότης ἀγροῦ μετʼ ἐμοῦ ἐστιν. 12 Ἐὰν πεινάσω, οὐ μήσοι εἴπω, ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμααὐτῆς. 13 Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγωνπίομαι; 14 Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδοςτῷ ὑψίστῳ τὰς εὐχάς σου. 15 Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳθλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. διάψαλμα.

16 Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεὸς, ἱνατί σὺ διηγῇ τὰδικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰστόματός σου; 17 Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλεςτοὺς λόγους μου εἰς τὰ ὀπίσω. 18 Εἰ ἐθεώρεις κλέπτην,συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις.19 Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σουπεριέπλεκε δολιότητα. 20 Καθήμενος κατὰ τοῦ ἀδελφοῦσου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθειςσκάνδαλον.

21 Ταῦτα ἐποίησας, καὶ ἐσίγησα, ὑπέλαβες ἀνομίανὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε, καὶ παραστήσω κατὰπρόσωπόν σου. 22 Σύνετε δὴ ταῦτα οἱ ἐπιλανθανόμενοιτοῦ Θεοῦ, μήποτε ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ῥυόμενος.

23 Θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδὸς ᾗ δείξωαὐτῷ τὸ σωτήριον Θεοῦ.

501 Εἰς τὸ τέλος, ψαλμὸς τῷΔαυὶδ, 2ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸνΝάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ.

3 Ἐλέησον με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰτὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Page 49: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 50:4 49 ΨΑΛΜΟΙ 50:214 Ἐπιπλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆςἁμαρτίας μου καθάρισόν με.

5 Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μουἐνώπιόν μου ἐστὶ διαπαντός· 6 Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸπονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖςλόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 7 Ἰδοὺ γὰρἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡμήτηρ μου.

8 Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰκρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 9 Ῥαντιεῖςμε ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρχιόνα λευκανθήσομαι. 10 Ἀκουτιεῖς με ἀγαλλίασινκαὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα.11 Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶνμου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 12 Καρδίανκαθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲςἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 13 Μὴ ἀποῤῥίψῃς μεἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴἀντανέλῃς ἀπʼ ἐμοῦ. 14 Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦσωτηρίου σου, πνεύματι ἡγεμονικῷ στήριξόν με.

15 Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶσὲ ἐπιστρέψουσι. 16 Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁΘεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μουτὴν δικαιοσύνην σου. 17 Κύριε, τὰ χείλη μου ἀνοίξεις,καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 18 Ὅτιεἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκεὐδοκήσεις. 19 Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον,καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκἐξουδενώσει.

20 Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶοἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 21 Τότε εὐδοκήσειςθυσίαν δικαιοσύνης, ἀναφορὰν, καὶ ὁλοκαυτώματα· τότεἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Page 50: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 51:1 50 ΨΑΛΜΟΙ 52:551

1 Εἰς τὸ τέλος συνέσεως τῷ Δαυὶδ, 2 ἐν τῷ ἐλθεῖν Δωὴκτὸν Ἰδουμαῖον, καὶ ἀναγγεῖλαι τῷΣαοὺλ, καὶ εἰπεῖν αὐτῷ,ἦλθε Δαυὶδ εἰς τὸν οἶκον Ἀβιμέλεχ.

3 Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν; ὅληντὴν ἡμέραν 4 ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶξυρὸν ἠκονημένον ἐποίησας δόλον. 5 Ἠγάπησας κακίανὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην·διάψαλμα. 6Ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ,γλῶσσαν δολίαν.

7 Διὰ τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος, ἐκτίλαι σεκαὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος, καὶ τὸ ῥίζωμάσου ἐκ γῆς ζώντων· διάψαλμα. 8 Καὶ ὄψονται δίκαιοι καὶφοβηθήσονται, καὶ ἐπʼ αὐτὸν γελάσονται, καὶ ἐροῦσιν,9 ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ,ἀλλʼ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ, καὶἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.

10 Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ,ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸναἰῶνα τοῦ αἰῶνος. 11Ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα,ὅτι ἐποίησας, καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸνἐναντίον τῶν ὁσίων σου.

521 Εἰς τὸ τέλος, ὑπὲρ μαελὲθ συνέσεως τῷ Δαυίδ.

2 Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός·διέφθειραν, καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις· οὐκ ἔστιποιῶν ἀγαθόν. 3ὉΘεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺςυἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιῶν, ἢ ἐκζητῶντὸν Θεόν. 4Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστιποιῶν ἀγαθὸν, οὐκ ἔστιν ἕως ἑνός.

5 Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου; τὸν Θεὸν

Page 51: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 52:6 51 ΨΑΛΜΟΙ 54:7οὐκ ἐπεκαλέσαντο. 6 Ἐκεῖ ἐφοβήθησαν φόβον, οὗ οὐκἦν φόβος· ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων,κατῃσχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς. 7 Τίςδώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἀποστρέψαιΚύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεταιἸακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ.

531 Εἰς τὸ τέλος, ἐν ὕμνοις συνέσεως τῷ Δαυὶδ, 2 ἐν τῷἐλθεῖν τοὺς Ζειφαίους, καὶ εἰπεῖν τῷ Σαοὺλ, οὐκ ἰδοὺΔαυὶδ κέκρυπται παρʼ ἡμῖν;

3 ὉΘεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμεισου κρῖνόν με. 4 Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου,ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. 5 Ὅτι ἀλλότριοιἐπανέστησαν ἐπʼ ἐμὲ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήνμου, οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν· διάψαλμα.

6 Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρτῆς ψυχῆς μου. 7Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, ἐντῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. 8 Ἑκουσίως θύσωσοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου Κύριε, ὅτι ἀγαθόν.9 Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖςμου ἐπεῖδεν ὁ ὀφθαλμός μου.

541 Εἰς τὸ τέλος, ἐν ὕμνοις συνέσεως τῷ Δαυίδ.

2 Ἐνωτίσαι ὁ Θεὸς τὴν προσευχήν μου, καὶ μὴὑπερίδῃς τὴν δέησίν μου· 3 Πρόσχες μοι, καὶ εἰσάκουσόνμου· ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην4 ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ· ὅτιἐξέκλιναν ἐπʼ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.

5 Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτουἐπέπεσεν ἐπʼ ἐμέ. 6 Φόβος καὶ τρόμος ἦλθεν ἐπʼἐμὲ καὶ ἐκάλυψέ με σκότος. 7 Καὶ εἶπα, τίς δώσει

Page 52: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 54:8 52 ΨΑΛΜΟΙ 54:24μοι πτέρυγας ὡσεὶ περιστερᾶς; καὶ πετασθήσομαι καὶκαταπαύσω. 8 Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθηνἐν τῇ ἐρήμῳ· διάψαλμα. 9 Προσεδεχόμην τὸν σώζοντά μεἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος.

10 Καταπόντισον Κύριε καὶ καταδίελε τὰς γλώσσαςαὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.11Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς,ἀνομία καὶ πόνος ἐν μέσῳ αὐτῆς 12 καὶ ἀδικία, καὶ οὐκἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος.

13 Ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ εἰ ὁμισῶν ἐπʼ ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπʼ αὐτοῦ.14 Σὺ δὲ ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου,15ὃς ἐπιτοαυτὸ ἐγλύκανας ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦἐπορεύθημεν ἐν ὁμονοίᾳ. 16 Ἐλθέτω θάνατος ἐπʼ αὐτοὺς,καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖςπαροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν.

17 Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριοςεἰσήκουσέ μου. 18 Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίαςδιηγήσομαι, καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆςμου. 19 Λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸτῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί.20Εἰσακούσεται ὁ Θεὸς καὶ ταπεινώσει αὐτοὺς, ὁ ὑπάρχωνπρὸ τῶν αἰώνων· διάψαλμα·

21 Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκἐφοβήθησαν τὸν Θεόν. Ἐξέτεινε τὴν χεῖρα αὐτοῦἐν τῷ ἀποδιδόναι· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ.22 Διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ, καὶἤγγισεν ἡ καρδία αὐτοῦ· ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες.

23 Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σεδιαθρέψει, οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ. 24Σὺδὲ ὁ Θεὸς κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἄνδρες

Page 53: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 55:1 53 ΨΑΛΜΟΙ 55:14

αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέραςαὐτῶν· ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σε, Κύριε.

551 Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίωνμεμακρυμμένου, τῷ Δαυὶδ εἰς στηλογραφίαν, ὁπότεἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ.

2 Ἐλεήσον με ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος,ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με. 3 Κατεπάτησάν μεοἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν ἀπὸ ὕψους ἡμέρας, ὅτιπολλοὶ οἱ πολεμοῦντές με.

4 Φοβηθήσονται, ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σοί. 5 Ἐν τῷ Θεῷἐπαινέσω τοὺς λόγους μου, ὅλην τὴν ἡμέραν ἐν τῷ Θεῷἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ.

6 Ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο,κατʼ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν.7 Παροικήσουσι καὶ κατακρύψουσιν αὐτοὶ, τὴν πτέρνανμου φυλάξουσι· καθάπερ ὑπέμεινα τῇ ψυχῇ μου. 8 Ὑπὲρτοῦ μηθενὸς σώσεις αὐτοὺς ἐν ὀργῇ λαοὺς κατάξεις· ὁΘεὸς 9 τὴν ζωήν μου ἐξήγγειλά σοι, ἔθου τὰ δάκρυά μουἐνώπιόν σου, ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου.

10 Ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, ἐν ᾗἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε· ἰδοὺ ἔγνων ὅτι Θεός μου εἶσύ. 11 Ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ Κυρίῳ αἰνέσωλόγον. 12Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσειμοι ἄνθρωπος. 13 Ἐν ἐμοὶ ὁ Θεὸς αἱ εὐχαὶ, ἃς ἀποδώσωαἰνέσεώς σου. 14 Ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου,καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος, τοῦ εὐαρεστῆσαιἐνώπιον τοῦ Θεοῦ ἐν φωτὶ ζώντων.

Page 54: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 56:1 54 ΨΑΛΜΟΙ 57:456

1 Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυὶδ εἰς στηλογραφίαν,ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸσπήλαιον.

2 Ἐλέησον με ὁ Θεὸς, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθενἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ,ἕως οὗ παρέλθῃ ἡ ἀνομία. 3 Κεκράξομαι πρὸς τὸν Θεὸντὸν ὕψιστον τὸν Θεὸν τὸν εὐεργετήσαντά με· διάψαλμα.4 Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἔδωκεν εἰςὄνειδος τοὺς καταπατοῦντάς με· ἐξαπέστειλεν ὁ Θεὸς τὸἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, 5 καὶ ἐῤῥύσατο τὴνψυχήν μου ἐκ μέσου σκύμνων· ἐκοιμήθην τεταραγμένος·υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν, ὅπλον καὶ βέλη, καὶ ἡγλῶσσα αὐτῶν, μάχαιρα ὀξεῖα.

6 Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαντὴν γῆν ἡ δόξα σου. 7 Παγίδας ἡτοίμασαν τοῖς ποσί μου,καὶ κατέκαμψαν τὴν ψυχήν μου· ὤρυξαν πρὸ προσώπουμου βόθρον, καὶ ἐνέπεσαν εἰς αὐτόν· διάψαλμα. 8Ἑτοίμη ἡκαρδία μου ὁΘεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ.9 Ἐξεγέρθητι ἡ δόξα μου, ἐξεγέρθητι ψαλτήριον καὶκιθάρα, ἐξεγερθήσομαι ὄρθρου. 10 Ἐξομολογήσομαί σοιἐν λαοῖς Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν. 11 Ὅτι ἐμεγαλύνθηἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡἀλήθειά σου. 12 Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ Θεὸς, καὶἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

571 Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυὶδ εἰς στηλογραφίαν.

2 Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθεῖακρίνετε οἱ υἱοὶ τῶν ἀνθρώπων. 3 Καὶ γὰρ ἐν καρδίᾳἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ, ἀδικίαν αἱ χεῖρες ὑμῶνσυμπλέκουσιν. 4 Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸμήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ.

Page 55: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 57:5 55 ΨΑΛΜΟΙ 58:75 Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶἀσπίδος κωφῆς, καὶ βυούσης τὰ ὦτα αὐτῆς, 6 ἥτιςοὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων, φαρμάκου τεφαρμακευομένου παρὰ σοφοῦ.

7 Ὁ Θεὸς συνέτριψε τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματιαὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος.8 Ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον, ἐντενεῖτὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσουσιν. 9 Ὡσεὶ κηρὸς ὁτακεῖς ἀνταναιρεθήσονται, ἔπεσε πῦρ, καὶ οὐκ εἶδον τὸνἥλιον. 10Πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας ὑμῶν τὴν ῥάμνον,ὡσεὶ ζῶντας ὡσεὶ ἐν ὀργῇ καταπίεται ὑμᾶς.

11 Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβῶν,τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ.12 Καὶ ἐρεῖ ἄνθρωπος, εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, ἄραἐστὶν ὁ Θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ.

581 Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυὶδ εἰς στηλογραφίαν,ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦθανατῶσαι αὐτόν.

2 Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου ὁ Θεὸς, καὶ ἐκ τῶνἐπανισταμένων ἐπʼ ἐμὲ λύτρωσαί με. 3 Ῥῦσαί με ἐκ τῶνἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόνμε.

4 Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπʼἐμὲ κραταιοί· οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μουΚύριε· 5Ανευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα· ἐξεγέρθητιεἰς συνάντησίν μου, καὶ ἴδε. 6 Καὶ σὺ Κύριε ὁ Θεὸς τῶνδυνάμεων ὁ Θεὸς τοῦ Ἰσραὴλ, πρόσχες τοῦ ἐπισκέψασθαιπάντα τὰ ἔθνη, μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένουςτὴν ἀνομίαν· διάψαλμα. 7Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶλιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσιν πόλιν.

Page 56: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 58:8 56 ΨΑΛΜΟΙ 59:58 Ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ

ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, ὅτι τίς ἤκουσε; 9 Καὶδὺ Κύριε ἐκγελάσῃ αὐτοὺς, ἐξουδενώσεις τάντα τὰ ἔθνη.10 Τὸ κράτος μου πρὸς σὲ φυλάξω, ὅτι σὺ ὁ Θεὸςἀντιλήμπτωρ μου εἶ. 11 Ὁ Θεός μου, τὸ ἔλεος αὐτοῦπροφθάσει με, ὁ Θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου.

12 Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνταιτοῦ νόμου σου· διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμεισου, καὶ κατάγαγε αὐτοὺς ὁ ὑπερασπιστής μου Κύριε.13 Ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν,καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· καὶ ἐξἀρᾶς καὶ ψεύδους διαγγελήσονται 14 συντέλειαι, ἐν ὀργῇσυντελείας, καὶ οὐ μὴ ὑπάρξουσι· καὶ γνώσονται ὅτι ὁΘεὸς τοῦ Ἰακὼβδεσπόζει τῶνπεράτων τῆς γῆς· διάψαλμα.15 Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων,καὶ κυκλώσουσι πόλιν· 16 Αὐτοὶ διασκορπισθήσονται τοῦφαγεῖν, ἐὰν δὲ μὴ χορτασθῶσι, καὶ γογγύσουσιν.

17 Ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου, καὶ ἀγαλλιάσομαιτοπρωῒ τὸ ἔλεός σου, ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶκαταφυγή μου ἐν ἡμέρᾳ θλίψεώς μου. 18 Βοηθός μου, σοὶψαλῶ ὁ Θεός μου, ἀντιλήμπτωρ μου εἶ ὁ Θεός μου, τὸἔλεός μου.

591 Εἰς τὸ τέλος, τοῖς ἀλλοιωθησομένοις ἔτι, εἰςστηλογραφίαν τῷ Δαυὶδ εἰς διδαχὴν, 2 ὁπότε ἐνεπύρισετὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σοβὰλ, καὶἐπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἁλῶν,δώδεκα χιλιάδας.

3 Ὁ Θεὸς ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶᾠκτείρησας ἡμᾶς. 4 Συνέσεισας τὴν γῆν καὶ συνετάραξαςαὐτὴν, ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη.5 Ἔδειξας τῷ λαῷ σου σκληρὰ, ἐπότισας ἡμᾶς οἶνον

Page 57: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 59:6 57 ΨΑΛΜΟΙ 60:9κατανύξεως. 6 Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν,τοῦ φυγεῖν ἀπὸ προσώπου τόξον· διάψαλμα. 7 Ὅπωςἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶἐπάκουσόν μου.

8 Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ, ἀγαλλιάσομαικαὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶνδιαμετρήσω. 9 Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆ,καὶ Ἐφραὶμ κραταίωσις τῆς κεφαλῆς μου· Ἰούδαςβασιλεύς μου, 10 Μωὰβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴνἸδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοιὑπετάγησαν.

11 Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; τίς ὁδηγήσει με ἕωςτῆς Ἰδουμαίας; 12Οὐχὶ σὺ ὁ Θεὸς, ὁ ἀπωσάμενος ἡμᾶς; καὶοὐκ ἐξελεύσῃ, ὁ Θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν; 13Δὸς ἡμῖνβοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου.

14 Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸςἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.

601 Εἰς τὸ τέλος, ἐν ὕμνοις τῷ Δαυίδ.

2 Εἰσάκουσον ὁ Θεὸς τῆς δεήσεώς μου, πρόσχες τῇπροσευχῇ μου. 3 Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲἐκέκραξα, ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου, ἐν πέτρᾳὕψωσάς με, ὁδήγησάς με, 4 ὅτι ἐγενήθης ἐλπίς μου,πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ. 5Παροικήσω ἐν τῷσκηνώματί σου εἰς τοὺς αἰῶνας, σκεπασθήσομαι ἐν σκέπῃτῶν πτερύγων σου· διάψαλμα.

6 Ὅτι σὺ ὁ Θεὸς εἰσήκουσας τῶν προσευχῶν μου,ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.7 Ἡμέρας ἐφʼ ἡμέρας βασιλέως προσθήσεις, τὰ ἔτη αὐτοῦἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. 8 Διαμενεῖ εἰς τὸναἰῶνα ἐνώπιον τοῦ Θεοῦ, ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίςἐκζητήσει αὐτῶν; 9 Οὕτως ψαγῶ τῷ ὀνόματί σου εἰς

Page 58: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 61:1 58 ΨΑΛΜΟΙ 62:2τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μουἡμέραν ἐξ ἡμέρας.

611 Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺν ψαλμὸς τῷ Δαυίδ.

2 Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρʼ αὐτοῦγὰρ τὸ σωτήριόν μου. 3 Καὶ γὰρ αὐτὸς Θεός μου καὶσωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.4 Ἕως πότε ἐπιτίθεσθε ἐπʼ ἄνθρωπον; φονεύετε πάντεςὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ. 5 Πλὴντὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι· ἔδραμον ἐνδίψει· τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶνκατηρῶντο. διάψαλμα.

6 Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου, ὅτι παρʼ αὐτοῦἡ ὑπομονή μου. 7 Ὅτι αὐτὸς Θεός μου καὶ σωτήρ μου,ἀντιλήπτωρ μου, οὐ μὴ μεταναστεύσω. 8 Ἐπὶ τῷ Θεῷτὸ σωτήριόν μου, καὶ ἡ δόξα μου· ὁ Θεὸς τῆς βοηθείαςμου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ Θεῷ. 9 Ἐλπίσατε ἐπʼ αὐτὸνπᾶσα συναγωγὴ λαοῦ· ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίαςὑμῶν, ὅτι ὁ Θεὸς βοηθὸς ἡμῶν· διάψαλμα.

10 Πλὴν μάταιοι οἱ νἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱυἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι, αὐτοὶ ἐκματαιότητος ἐπιτοαυτό. 11 Μὴ ἐλπίζετε ἐπʼ ἀδικίαν,καὶ ἐπὶ ἁρπάγματα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴπροστίθεσθε καρδίαν. 12 Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύοταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ Θεοῦ· 13 καὶ σοῦ, Κύριετὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

621 Ψαλμὸς τῷ Δαυὶδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆςἸδουμαίας.

2 Ὁ Θεὸς ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω, ἐδίψησέ σοι ἡψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ

Page 59: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 62:3 59 ΨΑΛΜΟΙ 63:9ἀβάτῳ καὶ ἀνύδρῳ, 3 οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. 4 Ὅτι κρεῖσσοντὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε.5 Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου, ἐν τῷ ὀνόματίσου ἀρῶ τὰς χεῖράς μου. 6 Ὡσεὶ στέατος καὶ πιότητοςἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσειτὸ ὄνομά σου.

7 Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖςὄρθροις ἐμελέτων εἰς σέ. 8 Ὅτι ἐγενήθης βοηθός μου,καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.9 Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ ἀντελάβετοἡ δεξιά σου. 10 Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴνψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς,11 παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδεςἀλωπέκων ἔσονται. 12 Ὁ δὲ βασιλεὺς εὐφρανθήσεταιἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτιἐνεφράγη στόμα λαλούντων ἄδικα.

631 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

2 Εἰσάκουσον ὁ Θεὸς τῆς προσευχῆς μου ἐν τῷ δέεσθαίμε πρὸς σὲ, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.3 Ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸπλήθους ἐργαζομένων ἀδικίαν· 4 Οἵτινες ἠκόνησανὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξονπρᾶγμα πικρὸν, 5 τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοιςἄμωμον, ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐφοβηθήσονται. 6 Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρὸν,διηγήσαντο τοῦ κρύψαι παγίδας· εἶπαν, τίς ὄψεταιαὐτούς; 7 Ἐξηρεύνησαν ἀνομίαν, ἐξέλιπον ἐξερευνῶντεςἐξερευνήσει· προσελεύσεται ἄνθρωπος, καὶ καρδίαβαθεῖα, 8 καὶ ὑψωθήσεται ὁ Θεός· βέλος νηπίωνἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, 9 καὶ ἐξουθένησαν αὐτὸν

Page 60: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 63:10 60 ΨΑΛΜΟΙ 64:14αἱ γλῶσσαι αὐτῶν· ἐταράχθησαν πάντες οἱ θεωροῦντεςαὐτοὺς, 10 καὶ ἐφοβήθη πᾶς ἄνθρωπος· καὶ ἀνήγγειλαντὰ ἔργα τοῦ Θεοῦ, καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν.11 Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπʼαὐτόν· καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

641 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ, ᾠδή.

2 Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς ἐν Σιὼν, καὶ σοὶἀποδοθήσεται εὐχή. 3 Εἰσάκουσον προσευχῆς μου, πρὸςσὲ πᾶσα σὰρξ ἥξει. 4 Λόγοι ἀνόμων ὑπερδυνάμωσανἡμᾶς, καὶ τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ. 5 Μακάριος, ὃνἐξελέξω καὶ προσελάβου, κατασκηνώσει ἐν ταῖς αὐλαῖςσου· πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου, ἅγιοςὁ ναός σου, 6 θαυμαστὸς ἐν δικαιοσύνῃ. ἐπάκουσον ἡμῶνὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτωντῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν· 7 ἑτοιμάζωνὄρη ἐν τῇ ἰσχύϊ σου, περιεζωσμένος ἐν δυναστείᾳ· 8 Ὁσυνταράσσων τὸ κῦτος τῆς θαλάσσης, ἤχους κυμάτωναὐτῆς. Ταραχθήσονται τὰ ἔθνη, 9 καὶ φοβηθήσονται οἱκατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου· ἐξόδουςπρωΐας καὶ ἑσπέρας τέρψεις.

10 Ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτὴν, ἐπλήθυναςτοῦ πλουτίσαι αὐτήν· ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθηὑδάτων· ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡἑτοιμασία. 11 Τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰγεννήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεταιἀνατέλλουσα. 12 Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦτῆς χρηστότητός σου, καὶ τὰ πεδία σου πλησθήσονταιπιότητος. 13 Πιανθήσεται τὰ ὄρη τῆς ἐρήμου, καὶἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. 14 Ἐνεδύσαντο οἱκριοὶ τῶν προβάτων, καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον,κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν.

Page 61: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 65:1 61 ΨΑΛΜΟΙ 65:1865

1 Εἰς τὸ τέλος, ᾠδὴ ψαλμοῦ ἀναστάσεως.Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ, 2 ψάλατε δὴ τῷ

ὀνόματι αὐτοῦ, δότε δόξαν αἰνέσει αὐτοῦ. 3 Εἴπατετῷ Θεῷ ὡς φοβερὰ τὰ ἔργα σου; ἐν τῷ πλήθει τῆςδυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. 4 Πᾶσα ἡ γῆπροσκυνησάτωσάν σοι, καὶ ψαλάτωσάν σοι, ψαλάτωσαντῷ ὀνόματί σου· διάψαλμα.

5 Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, φοβερὸς ἐν βουλαῖςὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων. 6 Ὁ μεταστρέφωντὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διελεύσονται ποδί·ἐκεῖ εὐφρανθησόμεθα ἐπʼ αὐτῷ, 7 τῷ δεσπόζοντι ἐν τῇδυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος· οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσανἐν ἑαυτοῖς· διάψαλμα.

8 Εὐλογεῖτε ἔθνη τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴνφωνὴν τῆς αἰνέσεως αὐτοῦ, 9 τοῦ θεμένου τὴν ψυχήν μουεἰς ζωὴν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου. 10 Ὅτιἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦταιτὸ ἀργύριον. 11 Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθουθλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν, 12ἐπεβίβασας ἀνθρώπους ἐπὶτὰς κεφαλὰς ἡμῶν· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

13 Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν,ἀποδώσω σοι τὰς εὐχάς μου, 14 ἃς διέστειλε τὰ χείλημου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου.15 Ὁλοκαυτώματα μεμυελωμένα ἀνοίσω σοι μετὰθυμιάματος καὶ κριῶν, ποιήσω σοι βόας μετὰ χιμάρων·διάψαλμα.

16 Δεῦτε ἀκούσατε, καὶ διηγήσομαι, πάντες οἱφοβούμενοι τὸν Θεὸν, ὅσα ἐποίησε τῇ ψυχῇ μου. 17 Πρὸςαὐτὸν τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴνγλῶσσάν μου. 18 Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ

Page 62: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 65:19 62 ΨΑΛΜΟΙ 67:6εἰσακουσάτω Κύριος. 19 Διὰ τοῦτο εἰσήκουσέ μου ὁ Θεὸς,προσέσχε τῇ φωνῇ τῆς προσευχῆς μου. 20 Εὐλογητὸς ὁΘεὸς, ὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου, καὶ τὸ ἔλεοςαὐτοῦ ἀπʼ ἐμοῦ.

661 Εἰς τὸ τέλος, ἐν ὕμνοις ψαλμὸς τῷ Δαυίδ.

2 Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς,ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφʼ ἡμᾶς· διάψαλμα.3 Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσινἔθνεσι τὸ σωτήριόν σου. 4 Ἐξομολογησάσθωσάν σοιλαοὶ ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.5 Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖςλαοὺς ἐν εὐθύτητι, καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις·διάψαλμα. 6 Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς,ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. 7 Γῆ ἔδωκε τὸνκαρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν,8 εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, καὶ φοβηθήτωσαν αὐτὸν πάντατὰ πέρατα τῆς γῆς.

671 Εἰς τὸ τέλος, τῷ Δαυὶδ ψαλμὸς ᾠδῆς.

2 Αναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸπροσώπου αὐτοῦ. 3Ὡς ἐκλείπει καπνὸς, ἐκλιπέτωσαν· ὡςτήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπόλοιντοοἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. 4 Καὶ οἱ δίκαιοιεὐφρανθήτωσαν· ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ,τερφθήτωσαν ἐν εὐφροσύνῃ.

5 Ἄσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ,ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομααὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ. 6 ταραχθήσονταιἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν, καὶ

Page 63: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 67:7 63 ΨΑΛΜΟΙ 67:23κριτοῦ τῶν χηρῶν, ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. 7 Ὁ Θεὸςκατοικίζει μονοτρόπους ἐν οἴκῳ, ἐξάγων πεπεδημένουςἐν ἀνδρείᾳ· ὁμοίως τοὺς παραπικραίνοντας, τοὺςκατοικοῦντας ἐν τάφοις.

8 Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦσου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον· διάψαλμα· 9 Γῆἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπουτοῦ Θεοῦ τοῦ Σινὰ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰσραήλ.10 Βροχὴν ἑκούσιον ἀφοριεῖς ὁ Θεὸς τῇ κληρονομίᾳ σου·καὶ ἠσθένησε, σὺ δὲ κατηρτίσω αὐτήν.

11 Τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ, ἡτοίμασας ἐν τῇχρηστότητί σου τῷ πτωχῷ. 12 Ὁ Θεὸς Κύριος δώσει ῥῆματοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, 13 ὁ βασιλεὺς τῶνδυνάμεων τοῦ ἀγαπητοῦ, τοῦ ἀγαπητοῦ, καὶ ὡραιότητιτοῦ οἴκου διελέσθαι σκῦλα. 14 Ἐὰν κοιμηθῆτε ἀναμέσοντῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶτὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. 15 Ἐντῷ διαστέλλειν τὴν ἐπουράνιον βασιλεῖς ἐπʼ αὐτῆς,χιονωθήσονται ἐν Σελμών. 16 Ὄρος τοῦ Θεοῦ ὄρος πῖον,ὄρος τετυρωμένον, ὄρος πῖον. 17Ἱνατί ὑπολαμβάνετε ὄρητετυρωμένα; τὸ ὄρος ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐναὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.

18 Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδεςεὐθηνούντων· Κύριος ἐν αὐτοῖς ἐν Σινὰ ἐν τῷ ἁγίῳ.19 Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν·ἔλαβες δόματα ἐν ἀνθρώπῳ, καὶ γὰρ ἀπειθοῦντες τοῦκατασκηνῶσαι.

20 Κύριος ὁ Θεὸς εὐλογητὸς, εὐλογητὸς Κύριος ἡμέρανκαθʼ ἡμέραν, καὶ κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηρίωνἡμῶν· διάψαλμα. 21 Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν,καὶ τοῦ Κυρίου αἱ διέξοδοι τοῦ θανάτου. 22 Πλὴν ὁΘεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸςδιαπορευομένων ἐν πλημμελείαις αὐτῶν. 23 Εἶπε Κύριος,

Page 64: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 67:24 64 ΨΑΛΜΟΙ 68:4ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης.24 Ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι, ἡ γλῶσσα τῶνκυνῶν σου ἐξ ἐχθρῶν παρʼ αὐτοῦ.

25 Ἐθεωρήθησαν αἱ πορεῖαί σου ὁ Θεὸς, αἱ πορεῖαι τοῦΘεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ. 26 Προέφθασανἄρχοντες ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδωντυμπανιστριῶν. 27 Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν,τὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ. 28 Ἐκεῖ Βενιαμὶν νεώτεροςἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντεςΖαβουλὼν, ἄρχοντες Νεφθαλί.

29 Ἔντειλαι ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον ὁ Θεὸςτοῦτο, ὃ κατηρτίσω ἐν ἡμῖν. 30 Ἀπὸ τοῦ ναοῦ σου ἐπὶἹερουσαλὴμ, σοὶ οἴσουσι βασιλεῖς δῶρα. 31 Ἐπιτίμησοντοῖς θηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐνταῖς δαμάλεσι τῶν λαῶν, τοῦ μὴ ἀποκλεισθῆναι τοὺςδεδοκιμασμένους τῷ ἀργυρίῳ· διασκόρπισον ἔθνη τὰ τοὺςπολέμους θέλοντα. 32 Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου,Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.

33Αἱ βασιλεῖαι τῆς γῆς ᾄσατε τῷΘεῷ, ψάλατε τῷΚυρίῳ.διάψαλμα. 34 Ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸνοὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς, ἰδοὺ δώσει ἐν τῇφωνῇ αὐτοῦ φωνὴν δυνάμεως. 35 Δότε δόξαν τῷ Θεῷ,ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμιςαὐτοῦ ἐν ταῖς νεφέλαις. 36 Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖςὁσίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ, αὐτὸς δώσει δύναμιν καὶκραταίωσιν τῷ λαῷ αὐτοῦ· εὐλογητὸς ὁ Θεός.

681 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, τῶ Δαυίδ.

2 Σώσον με ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆςμου. 3Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις·ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέμε. 4 Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου,

Page 65: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 68:5 65 ΨΑΛΜΟΙ 68:21ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸνΘεόν μου. 5 Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆςμουοἱ μισοῦντές με δωρεάν· ἐκραταιώθησανοἱ ἐχθροί μουοἱ ἐκδιώκοντές με ἀδίκως· ἃ οὐχ ἥρπασα, τότε ἀπετίννυον.

6 Ὁ Θεὸς σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱπλημμελειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν. 7 Μὴαἰσχυνθείησαν ἐπʼ ἐμὲ οἱ ὑπομένοντές σε Κύριε τῶνδυνάμεων, μὴ ἐντραπείησαν ἐπʼ ἐμὲ οἱ ζητοῦντές σε ὁΘεὸς τοῦ Ἰσραήλ. 8 Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμὸν,ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόνμου. 9Ἀπηλλοτριωμένοςἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆςμητρός μου· 10 ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατάφαγέ με,καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπʼ ἐμέ.11Καὶ συνέκαμψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθηεἰς ὀνειδισμοὺς ἐμοί. 12 Καὶ ἐθέμην τὸ ἔνδυμά μουσάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. 13Κατʼ ἐμοῦἠδολέσχουν οἱ καθήμενοι ἐν πύλῃ, καὶ εἰς ἐμὲ ἔψαλλον οἱπίνοντες τὸν οἶνον.

14 Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ Κύριε, καιρὸςεὐδοκίας ὁ Θεός· ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόνμου, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. 15Σῶσόνμεἀπὸπηλοῦ,ἵνα μὴ ἐνπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τοῦβάθους τῶν ὑδάτων. 16 Μή με καταποντισάτω καταιγὶςὕδατος, μηδὲ καταπιέτω με βυθὸς, μηδὲ συνσχέτω ἐπʼ ἐμὲφρέαρ τὸ στόμα αὐτοῦ. 17 Εἰσάκουσόν μου Κύριε, ὅτιχρηστὸν τὸ ἔλεός σου, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σουἐπίβλεψον ἐπʼ ἐμε. 18 Καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόνσου ἀπὸ τοῦ παιδός σου· ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόνμου. 19 Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτὴν, ἕνεκατῶν ἐχθρῶν μου ῥῦσαί με.

20 Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου, καὶ τὴναἰσχύνηνμου, καὶ τὴν ἐντροπήνμου· ἐναντίον σου πάντεςοἱ θλίβοντές με. 21 Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή

Page 66: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 68:22 66 ΨΑΛΜΟΙ 69:1μου καὶ ταλαιπωρίαν· καὶ ὑπέμεινα συλλυπούμενον, καὶοὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον. 22 Καὶἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μουἐπότισάν με ὄξος. 23 Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιοναὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάνδαλον.24 Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. 25 Ἔκχεονἐπʼ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆςσου καταλάβοι αὐτούς. 26 Γενηθήτω ἡ ἔπαυλις αὐτῶνἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁκατοικῶν· 27 ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν. 28Πρόσθεςἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐνδικαιοσύνῃ σου. 29 Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων,καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.

30 Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγὼ, καὶ ἡ σωτηρία τοῦπροσώπου σου ἀντελάβετό μου. 31 Αἰνέσω τὸ ὄνοματοῦ Θεοῦ μου μετʼ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει·32καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντακαὶ ὁπλάς. 33 Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν·ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεσθε. 34 Ὅτι εἰσήκουσετῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦοὐκ ἐξουδένωσεν. 35 Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶκαὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.36 Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονταιαἱ πόλεις τῆς Ἰουδαίας, καὶ κατοικήσουσιν ἐκεῖ, καὶκληρονομήσουσιν αὐτήν. 37 Καὶ τὸ σπέρμα τῶν δούλωναὐτοῦ καθέξουσιν αὐτὴν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομααὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ.

691 Εἰς τὸ τέλος, τῷ Δαυὶδ εἰς ἀνάμνησιν, εἰς τὸ σῶσαί μεΚύριον.

Page 67: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 69:2 67 ΨΑΛΜΟΙ 70:112 Ὁ Θεὸς εἰς τὴν βοήθειάν μου πρόσχες.

3 Αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντεςτὴν ψυχήν μου, ἀποστραφείησαν εἰς τὰ ὀπίσω,καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κατά·4 Ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντέςμοι, εὖγε, εὖγε. 5 Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσανἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, καὶ λεγέτωσαν διαπαντὸς,μεγαλυνθήτω ὁ Θεὸς, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.6Ἐγὼ δὲ πτωχὸς καὶ πένης, ὁ Θεὸς βοήθησόν μοι· βοηθόςμου, καὶ ῥύστης μου εἶ σὺ, Κύριε μὴ χρονίσῃς.

701 Τῷ Δαυὶδ υἱῶν Ἰωναδὰβ, καὶ τῶν πρώτωναἰχμαλωτισθέντων.

Ἐπὶ σοὶ Κύριε ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸναἰῶνα.2 Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με, κλῖνονπρὸς μὲ τὸ οὖς σου καὶ σῶσόν με. 3 Γενοῦ μοι εἰς Θεὸνὑπερασπιστὴν, καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με, ὅτιστερέωμά μου καὶ καταφυγή μου εἶ σύ. 4 Ὁ Θεός μουῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντοςκαὶ ἀδικοῦντος. 5 Ὅτι σὺ εἶ ἡ ὑπομονή μου Κύριε, Κύριεἡ ἐλπίς μου ἐκ νεότητός μου· 6 Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸγαστρὸς, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής. ἐνσοὶ ἡ ὕμνησίς μου διαπαντός.

7 Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, καὶ σὺ βοηθὸςκραταιός. 8 Πληρωθήτω τὸ στόμα μου αἰνέσεως,ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴνμεγαλοπρέπειάν σου. 9 Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸνγήρους, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃςμε. 10 Ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ, καὶ οἱ φυλάσσοντεςτὴν ψυχήν μου ἐβουλεύσαντο ἐπιτοαυτὸ, 11 λέγοντες, ὁΘεὸς ἐγκατέλιπεν αὐτὸν, καταδιώξατε καὶ καταλάβετε

Page 68: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 70:12 68 ΨΑΛΜΟΙ 71:2αὐτὸν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος. 12 Ὁ Θεὸς μὴ μακρύνῃςἀπʼ ἐμοῦ, 13 ὁ Θεός μου εἰς τὴν βοήθειάν μου πρόσχες.Αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴνψυχήν μου, περιβαλλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱζητοῦντες τὰ κακά μοι.

14 Ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ, καὶ προσθήσω ἐπὶ πᾶσαντὴν αἴνεσίν σου. 15 Τὸ στόμα μου ἐξαγγελεῖ τὴνδικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου· ὅτιοὐκ ἔγνων πραγματείας. 16 Εἰσελεύσομαι ἐν δυναστείᾳΚυρίου, Κύριε μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου.17 Ἐδίδαξας με ὁ Θεὸς ἐκ νεότητός μου, καὶ μέχρι νῦνἀπαγγελῶ τὰ θαυμάσιά σου, 18 καὶ ἕως γήρους καὶπρεσβείου· ὁ Θεὸς μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγείλωτὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ· Τὴνδυναστείαν σου, 19 καὶ τὴν δικαιοσύνην σου ὁ Θεὸς ἕωςὑψίστων, ἃ ἐποίησας μεγαλεῖα· ὁ Θεὸς τίς ὅμοιός σοι;

20 Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς; καὶἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆςπάλιν ἀνήγαγές με. 21 Ἐπλεόνασας τὴν δικαιοσύνην σου,καὶ ἐπιστρέψας παρεκάλεσάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆςγῆς πάλιν ἀνήγαγές με. 22 Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαίσοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου ὁ Θεὸς, ψαλῶσοι ἐν κιθάρᾳ ὁ ἅγιος τοῦ Ἰσραήλ. 23 Ἀγαλλιάσονται τὰχείλη μου ὅταν ψάλω σοι, καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω.24 Ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσειτὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱζητοῦντες τὰ κακά μοι.

711 Εἰς Σαλωμών.

Ὁ Θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴνδικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως· 2 κρίνειν τὸν λαόνσου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει.

Page 69: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 71:3 69 ΨΑΛΜΟΙ 71:193 Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ σου, καὶ οἱ βουνοί·

4 ἐν δικαιοσύνῃ κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσειτοὺς υἱοὺς τῶν πενήτων· καὶ ταπεινώσει συκοφάντην,5 καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεὰςγενεῶν. 6 Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶσταγόνες στάζουσαι ἐπὶ τὴν γῆν. 7 Ἀνατελεῖ ἐν ταῖςἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης ἕως οὗἀνταναιρεθῇἡσελήνη. 8Καὶ κατακυριεύσει ἀπὸθαλάσσηςἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆςοἰκουμένης. 9Ἐνώπιοναὐτοῦπροπεσοῦνται Αἰθίοπες, καὶοἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. 10 Βασιλεῖς Θαρσὶς καὶαἱ νῆσοι δῶρα προσοίσουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰδῶρα προσάξουσι. 11 Καὶ προσκυνήσουσιν αὐτῷ πάντεςοἱ βασιλεῖς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ. 12 Ὅτιἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχεβοηθός. 13 Φείσεται πτωχοῦ καὶ πένητος, καὶ ψυχὰςπένητων σώσει. 14 Ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεταιτὰς ψυχὰς αὐτῶν, καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιοναὐτοῦ. 15Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίουτῆς Ἀραβίας, καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός·ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν. 16Ἔσται στήριγμαἐν τῇ γῇ ἐπʼ ἄκρων τῶν ὀρέων· ὑπεραρθήσεται ὑπὲρ τὸνΛίβανον ὁ καρπὸς αὐτοῦ, καὶ ἐξανθήσουσιν ἐκ πόλεωςὡσεὶ χόρτος τῆς γῆς.

17 Ἔστω τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺςαἰῶνας, πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ, καὶεὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς· πάντατὰ ἔθνη μακαριοῦσιν αὐτόν.

18 Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὁ ποιῶνθαυμάσια μόνος, 19 καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξηςαὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς αἰῶνα τοῦ αἰῶνος· καὶπληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. γένοιτο,

Page 70: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 71:20 70 ΨΑΛΜΟΙ 72:19γένοιτο.20 Ἐξέλιπον οἱ ὕμνοι Δαυὶδ τοῦ υἱοῦ Ἰεσσαί.

721 Ψαλμὸς τῷ Ἀσάφ.

Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ, τοῖς εὐθέσι καρδίᾳ.2Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρʼ ὀλίγονἐξεχύθη τὰ διαβήματά μου. 3 Ὅτι ἐζήλωσα ἐπὶ τοῖςἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν.

4 Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶστερέωμα ἐν τῇ μάστιγι αὐτῶν. 5 Ἐν κόποις ἀνθρώπωνοὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. 6 Διὰτοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία, περιεβάλοντοἀδικίαν καὶ ἀσέβειαν αὐτῶν. 7 Ἐξελεύσεται ὡς ἐκστέατος ἡ ἀδικία αὐτῶν· διῆλθον εἰς διάθεσιν καρδίας.8 Διενοήθησαν, καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰςτὸ ὕψος ἐλάλησαν. 9 Ἔθεντο εἰς οὐρανὸν τὸ στόμααὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς. 10 Διὰτοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρειςεὑρεθήσονται ἐν αὐτοῖς. 11 Καὶ εἶπαν, πῶς ἔγνω ὁΘεὸς, καὶ εἰ ἔστι γνῶσις ἐν τῷ ὑψίστῳ; 12 Ἰδοὺ οὗτοιοἱ ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα, κατέσχονπλούτου.

13 Καὶ εἶπα, ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου,καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου· 14 Καὶ ἐγενόμηνμεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰςτὰς πρωΐας. 15Εἰ ἔλεγον, διηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷτῶν υἱῶν σου ἠσυνθέτηκα. 16 Καὶ ὑπέλαβον τοῦ γνῶναι,τοῦτο κόπος ἐστὶν ἐναντίον μου, 17 ἕως εἰσέλθω εἰς τὸἁγιαστήριον τοῦ Θεοῦ, συνῶ εἰς τὰ ἔσχατα.

18 Πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς, κατέβαλεςαὐτοὺς ἐν τῷ ἐπαρθῆναι. 19 Πῶς ἐγένοντο εἰς ἐρήμωσιν;ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν.

Page 71: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 72:20 71 ΨΑΛΜΟΙ 73:8

20 Ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου, Κύριε ἐν τῇ πόλει σουτὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.

21 Ὅτι ηὐφράνθη ἡ καρδία μου, καὶ οἱ νεφροί μουἠλλοιώθησαν. 22 Κᾀγὼ ἐξουδενωμένος, καὶ οὐκ ἔγνων,κτηνώδης ἐγενόμην παρὰ σοὶ, 23 κᾀγὼ διαπαντὸς μετὰσου· ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, 24 ἐν τῇ βουλῇσουὡδήγησάς με, καὶ μετὰ δόξης προσελάβου με. 25Τί γάρμοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶτῆς γῆς; 26 Ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, ὁ Θεὸςτῆς καρδίας μου, καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα.

27 Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ,ἀπολοῦνται· ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸσοῦ. 28 Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι,τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου· τοῦ ἐξαγγεῖλαιπάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.

731 Συνέσεως τῷ Ἀσάφ.

Ἱνατί ἀπόσω ὁ Θεὸς εἰς τέλος; ὠργίσθη ὁ θυμός σουἐπὶ πρόβατα νομῆς σου; 2 Μνήσθητι τῆς συναγωγῆς σουἧς ἐκτήσω ἀπʼ ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου·ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ. 3 Ἔπαροντὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος· ὅσαἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου.

4 Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆςἑορτῆς σου· 5 ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκἔγνωσαν, ὡς εἰς τὴν εἴσοδον ὑπεράνω· ὡς ἐν δρυμῷξύλων ἀξίναις ἐξέκοψαν 6 τὰς θύρας αὐτῆς ἐπιτοαυτὸ, ἐνπελέκει καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. 7Ἐνεπύρισανἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν, ἐβεβήλωσαν τὸσκήνωμα τοῦ ὀνόματός σου. 8 Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν,ἡ συγγένεια αὐτῶν ἐπιτοαυτὸ, δεῦτε, καταπαύσωμεν τὰς

Page 72: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 73:9 72 ΨΑΛΜΟΙ 74:3

ἑορτὰς Κυρίου ἀπὸ τῆς γῆς. 9Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν,οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.

10 Ἕως πότε ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρὸς, παροξυνεῖ ὁὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; 11 Ἱνατί ἀποστρέφειςτὴν χεῖρά σου, καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπουσου εἰς τέλος; 12 Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος,εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. 13 Σὺ ἐκραταίωσαςἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰςκεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Σὺ συνέτριψαςτὰς κεφαλὰς τοῦ δράκοντος, 14ἔδωκας αὐτὸν βρῶμαλαοῖςτοῖς Αἰθίοψι. 15 Σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους, σὺἐξήρανας ποταμοὺς ἠθάμ. 16Σή ἐστιν ἡἡμέρα, καὶ σή ἐστινἡ νὺξ, σὺ κατηρτίσω ἥλιον καὶ σελήνην. 17 Σὺ ἐποίησαςπάντα τὰ ὅρια τῆς γῆς, θέρος καὶ ἔαρ σὺ ἐποίησας.

18 Μνήσθητι ταύτης τῆς κτίσεώς σου· ἐχθρὸς ὠνείδισετὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου.19 Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένηνσοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος.20 Ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρωθήσανοἱ ἐσκοτωμένοι τῆς γῆς οἴκων ἀνομιῶν. 21 Μὴἀποστραφήτω τεταπεινωμένος καὶ κατῃσχυμμένος,πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου. 22 Ἀνάστα ὁΘεὸς, δίκασον τὴν δίκην σου, μνήσθητι τῶν ὀνειδισμῶνσου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν. 23 Μὴ ἐπιλάθῃτῆςφωνῆς τῶν ἱκετῶν σου, ἡ ὑπερηφανία τῶνμισούντωνσε ἀναβαίη διαπαντὸς πρὸς σέ.

741 Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, ψαλμὸς ᾠδῆς τῷ Ἀσάφ.

2 Ἐξομολογησόμεθα σοι ὁ Θεὸς, ἐξομολογησόμεθα,καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου· διηγήσομαι πάντα τὰθαυμάσιά σου. 3 Ὅταν λάβω καιρὸν, ἐγὼ εὐθύτητας

Page 73: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 74:4 73 ΨΑΛΜΟΙ 75:10κρινῶ. 4 Ἐτάκη ἡ γῆ, καὶ πάντες οἱ κατοικοῦντες αὐτὴν,ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς· διάψαλμα.

5 Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖςἁμαρτάνουσι, μὴ ὑψοῦτε κέρας. 6 Μὴ ἐπαίρετε εἰς ὕψοςτὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν. 7 Ὅτιοὔτε ἀπὸ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμωνὀρέων, 8 ὅτι ὁ Θεὸς κριτής ἐστι· τοῦτον ταπεινοῖ, καὶτοῦτον ὑψοῖ. 9 Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου, οἴνουἀκράτου πλῆρες κεράσματος· καὶ ἔκλινεν ἐκ τούτου εἰςτοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη· πίονταιπάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς.

10 Ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷΘεῷ Ἰακώβ. 11 Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶνσυγκλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου.

751 Εἰς τὸ τέλος ἐν ὕμνοις, ψαλμὸς τῷ Ἀσάφ· ᾠδὴ πρὸς τὸνἈσσύριον.

2 Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγατὸ ὄνομα αὐτοῦ. 3 Καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ,καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. 4 Ἐκεῖ συνέτριψετὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον·διάψαλμα.

5 Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων,6 ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ· ὕπνωσανὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦπλούτου ταῖς χερσὶν αὐτῶν. 7 Ἀπὸ ἐπιτιμήσεώς σου, ὁΘεὸς Ἰακὼβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους.8 Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τῆς ὀργῆςσου; 9 Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶἡσύχασεν, 10 ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦσῶσαι πάντας τοὺς πρᾳεῖς τῇ καρδίᾳ. διάψαλμα.

Page 74: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 75:11 74 ΨΑΛΜΟΙ 76:1611 Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ

ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. 12 Εὔξασθε καὶἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν, πάντες οἱ κύκλῳ αὐτοῦοἴσουσι δῶρα· 13 τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματαἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.

761 Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺν ψαλμὸς τῷ Ἀσάφ.

2 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἡ φωνή μουπρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι. 3 Ἐν ἡμέρᾳ θλίψεώςμου τὸν Θεὸν ἐξεζήτησα, ταῖς χερσί μου νυκτὸς ἐναντίοναὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνῄνατο παρακληθῆναιἡ ψυχή μου· 4 Ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὐφράνθην,ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου· διάψαλμα.5 Προκατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου,ἐταράχθην καὶ οὐκ ἐλάλησα.

6 Διελογισάμην ἡμέρας ἀρχαίας, καὶ ἔτη αἰώνια7 ἐμνήσθην, καὶ ἐμελέτησα· νυκτὸς μετὰ τῆς καρδίαςμου ἠδολέσχουν, καὶ ἔσκαλλον τὸ πνεῦμά μου. 8 Μὴεἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦεὐδοκῆσαι ἔτι; 9 Ἢ εἰς τέλος ἀποκόψει τὸ ἔλεος ἀπὸγενεᾶς καὶ γενεᾶς; 10 Ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁΘεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ;διάψαλμα.

11 Καὶ εἶπα, νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆςδεξιᾶς τοῦ ὑψίστου. 12 Ἐμνήσθην τῶν ἔργων Κυρίου,ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου,13 καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν τοῖςἐπιτηδεύμασί σου ἀδολεσχήσω.

14 Ὁ Θεὸς ἐν τῷ ἁγίῳ ἡ ὁδός σου, τίς θεὸς μέγαςὡς ὁ Θεὸς ἡμῶν; 15 Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια,ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· 16 ἐλυτρώσωἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ

Page 75: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 76:17 75 ΨΑΛΜΟΙ 77:10Ἰωσήφ· διάψαλμα. 17 Εἴδοσάν σε ὕδατα ὁ Θεὸς, εἴδοσάνσε ὕδατα καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν ἄβυσσοι.18 Πλῆθος ἤχους ὑδάτων, φωνὴν ἔδωκαν αἱ νεφέλαι· καὶγὰρ τὰ βέλη σου διαπορεύονται. 19 Φωνὴ τῆς βροντῆςσου ἐν τῷ τροχῷ· ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ,ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. 20Ἐν τῇ θαλάσσῃ ἡὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνησου οὐ γνωσθήσονται. 21Ὡδήγησας ὡς πρόβατα τὸν λαόνσου ἐν χειρὶ Μωυσῆ καὶ Ἀαρών.

771 Συνέσεως τῷ Ἀσάφ.

Προσέχετε λαός μου τὸν νόμον μου, κλίνατε τὸ οὖςὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου. 2 Ἀνοίξω ἐνπαραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπʼἀρχῆς. 3Ὅσαἠκούσαμεν καὶ ἔγνωμεναὐτὰ, καὶ οἱ πατέρεςἡμῶν διηγήσαντο ἡμῖν. 4 Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνωναὐτῶν εἰς γενεὰν ἑτέραν, ἀπαγγέλλοντες τὰς αἰνέσειςΚυρίου καὶ τὰς δυναστείας αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦἃ ἐποίησε.

5 Καὶ ἀνέστησε μαρτύριον ἐν Ἰακὼβ, καὶ νόμον ἔθετοἐν Ἰσραήλ· ὃν ἐνετείλατο τοῖς πατράσιν ἡμῶν, γνωρίσαιαὐτὸν τοῖς υἱοῖς αὐτῶν, 6ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱτεχθησόμενοι, καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰτοῖς υἱοῖς αὐτῶν· 7 ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδααὐτῶν, καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ, καὶ τὰςἐντολὰς αὐτοῦ ἐκζητήσωσιν. 8 Ἵνα μὴ γένωνται ὡς οἱπατέρες αὐτῶν, γενεὰ σκολιὰ καὶ παραπικραίνουσα, γενεὰἥτις οὐ κατεύθυνεν ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ οὐκ ἐπιστώθημετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς.

9 Υἱοὶ Ἐφραὶμ ἐντεινοντες καὶ βάλλοντες τόξον,ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. 10 Οὐκ ἐφύλαξαν τὴνδιαθήκην τοῦ Θεοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἤθελον

Page 76: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 77:11 76 ΨΑΛΜΟΙ 77:30πορεύεσθαι. 11 Καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦκαὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς· 12 ἐναντίοντῶν πατέρων αὐτῶν ἃ ἐποίησε θαυμάσια, ἐν γῇ Αἰγύπτῳ,ἐν πεδίῳ Τάνεως. 13 Διέῤῥηξε θάλασσαν, καὶ διήγαγεναὐτοὺς· ἔστησεν ὕδατα ὡσεὶ ἀσκόν. 14 Καὶ ὡδήγησεναὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα ἐνφωτισμῷ πυρός. 15 Διέῤῥηξε πέτραν ἐν ἐρήμῳ, καὶἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ. 16 Καὶ ἐξήγαγενὕδωρ ἐκ πέτρας, καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα.

17 Καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ·παρεπικραναν τὸν ὕψιστον ἐν ἀνύδρῳ, 18καὶ ἐξεπείρασαντὸν Θεὸν ἐν ταῖς καρδίαις αὐτῶν, τοῦ αἰτῆσαι βρώματαταῖς ψυχαῖς αὐτῶν. 19 Καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶεἶπαν, μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐνἐρήμῳ; 20 Ἐπεὶ ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα,καὶ χείμαῤῥοι κατεκλύσθησαν· μὴ καὶ ἄρτον δυνήσεταιδοῦναι; ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ;

21 Διὰ τοῦτο ἤκουσε Κύριος καὶ ἀνεβάλετο, καὶ πῦρἀνήφθη ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ. 22Ὅτιοὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ, οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριοναὐτοῦ. 23Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύραςοὐρανοῦ ἀνέῳξε· 24 καὶ ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν, καὶἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. 25Ἄρτον ἀγγέλων ἔφαγενἄνθρωπος, ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν.

26 Ἀπῇρε Νότον ἐξ οὐρανοῦ, καὶ ἐπήγαγεν ἐν τῇδυναστείᾳ 27 αὐτοῦ Λίβα. Καὶ ἔβρεξεν ἐπ αὐτοὺςὡσεὶ χοῦν σάρκας, καὶ ὡσεῖ ἄμμον θαλασσῶν πετεινὰπτερωτά. 28 Καὶ ἐπέπεσον εἰς μέσον τῆς παρεμβολῆςαὐτῶν, κύκλῳ τῶν σκηνωμάτων αὐτῶν. 29Καὶ ἐφάγοσανκαὶ ἐνεπλήσθησαν σφόδρα, καὶ τὴν ἐπιθυμίαν αὐτῶνἤνεγκεν αὐτοῖς.

30 Οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν· ἔτι τῆς

Page 77: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 77:31 77 ΨΑΛΜΟΙ 77:49βρώσεως 31 αὐτῶν οὔσης ἐν τῷ στόματι αὐτῶν, καὶ ὀργὴτοῦ Θεοῦ ἀνέβη ἐπʼ αὐτοὺς, καὶ ἀπέκτεινεν ἐν τοῖς πίοσιναὐτῶν, καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν.

32 ʼΕν πᾶσι τούτοις ἥμαρτον ἔτι, καὶ οὐκ ἐπίστευσαν τοῖς33θαυμασίοις αὐτοῦ. Καὶ ἐξέλιπον ἐνματαιότητι αἱ ἡμέραιαὐτῶν, καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς.

34 Ὅταν ἀπέκτεινεν αὐτοὺς, ἐζήτουν αὐτὸν, καὶἐπέστρεφον καὶ 35 ὤρθριζον πρὸς τὸν Θεόν. Καὶἐμνήσθησαν ὅτι ὁ Θεὸς βοηθὸς αὐτῶν ἐστι, καὶ ὁ Θεὸς ὁὕψιστος λυτρωτὴς αὐτῶν ἐστι. 36 Καὶ ἠγάπησαν αὐτὸν ἐντῷ στόματι αὐτῶν, καὶ τῇ γλώσσῃ αὐτῶν 37 ἐψεύσαντοαὐτῷ· ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετʼ αὐτοῦ, οὐδὲἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.

38Αὐτὸς δέ ἐστιν οἰκτίρμων, καὶ ἱλάσεται ταῖς ἁμαρτίαιςαὐτῶν, καὶ οὐ διαφθερεῖ· καὶ πληθυνεῖ τοῦ ἀποστρέψαιτὸν θυμὸν αὐτοῦ, καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴναὐτοῦ. 39Καὶ ἐμνήσθη ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμενονκαὶ οὐκ ἐπιστρέφον.

40 Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ,παρώργισαν 41 αὐτὸν ἐν γῇ ἀνύδρῳ; Καὶ ἐπέστρεψανκαὶ ἐπείρασαν τὸν Θεὸν, καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλπαρώξυναν. 42Οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ, ἡμέραςἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος· 43 Ὡς ἔθετοἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ, καὶ τὰ 44 τέρατα αὐτοῦ ἐνπεδίῳ Τάνεως· Καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺςαὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν ὅπως μὴ πίωσιν·45 ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν καὶ κατέφαγεναὐτοὺς, καὶ βάτραχον, καὶ διέφθειρεν αὐτούς· 46Καὶ ἔδωκετῇ ἐρυσίβῃ τὸν καρπὸν αὐτῶν, καὶ τοὺς πόνους αὐτῶν τῇἀκρίδι. 47 Ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶτὰς συκαμίνους αὐτῶν ἐν 48 τῇ πάχνῃ. Καὶ παρέδωκεν ἐνχαλάζῃ τὰ κτήνη αὐτῶν, καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί.49Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ

Page 78: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 77:50 78 ΨΑΛΜΟΙ 77:66ὀργὴν καὶ θλίψιν, ἀποστολὴν διʼ 50 ἀγγέλων πονηρῶν.Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ, οὐκ ἐφείσατο ἀπὸθανάτου τῶν ψυχῶν αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν 51 εἰςθάνατον συνέκλεισε. Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐνγῇ Αἰγυπτῳ, ἀπαρχὴν πόνων αὐτῶν ἐν τοῖς σκηνώμασιΧάμ. 52 Καὶ ἀπῇρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, ἤγαγεναὐτοὺς ὡσεὶ 53 ποίμνιον ἐν ἐρήμῳ. Καὶ ὡδήγησεν αὐτοὺςἐν ἐλπίδι, καὶ οὐκ ἐδειλίασον, καὶ τοὺς ἐχθροὺς αὐτῶνἐκάλυψε θάλασσα. 54 Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄροςἁγιάσματος αὐτοῦ, ὄρος τοῦτο ὃ 55 ἐκτήσατο ἡ δεξιὰαὐτοῦ. Καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη, καὶἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας, καὶκατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦἸσραήλ.

56 Καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸνὕψιστον, καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο. 57 Καὶἀπέστρεψαν, καὶ ἠσυνθέτησαν καθὼς καὶ οἱ πατέρεςαὐτῶν, μετεστράφησαν εἰς τόξον στρεβλόν. 58 Καὶπαρώργισαν αὐτὸν ἐπὶ τοῖς βουνοῖς αὐτῶν, καὶ ἐν τοῖςγλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν.

59 Ἤκουσεν ὁ Θεὸς καὶ ὑπερεῖδε, καὶ ἐξουδένωσεσφόδρα τὸν 60 ʼΙσραήλ. Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλὼμ,σκήνωμα αὐτοῦ 61 οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις. Καὶπαρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν, καὶ τὴνκαλλονὴν αὐτῶν εἰς χεῖρα 62 ἐχθρου. Καὶ συνέκλεισεν εἰςῥομφαίαν τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦὑπερεῖδε· 63 Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ, καὶ αἱπαρθένοι αὐτῶν οὐκ ἐπένθησαν. Οἱ 64 ἱερεῖς αὐτῶν ἐνῥομφαίᾳ ἔπεσον, καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυσθήσονται.

65 Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸςκεκραιπαληκὼς 66 ἐξ οἴνου. Καὶ ἐπάταξε τοὺς ἐχθροὺςαὐτοῦ εἰς τὰ ὀπίσω, ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς.

Page 79: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 77:67 79 ΨΑΛΜΟΙ 78:1067 Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν

Ἐφραὶμ 68 οὐκ ἐξελέξατο. Καὶ ἐξελέξατο τὴν φυλὴνἸούδα, τὸ ὄρος τὸ 69 Σιὼν, ὃ ἠγάπησε. Καὶ ᾠκοδόμησενὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ, ἐν τῇ γῇ ἐθεμελίωσεναὐτὴν εἰς τὸν αἰῶνα. 70 Καὶ ἐξελέξατο Δαυὶδ τὸν δοῦλοναὐτοῦ, καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν 71 ποιμνίων τῶνπροβάτων. Ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτὸν,ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ, καὶ Ἰσραὴλ τὴν72 κληρονομίαν αὐτοῦ. Καὶ ἐποίμανεν αὐτοὺς ἐν τῇἀκακίᾳ τῆς καρδίας αὐτοῦ, καὶ ἐν τῇ συνέσει τῶν χειρῶναὐτοῦ, ὡδήγησεν αὐτούς.

781 Ψαλμὸς τῷ Ἀσάφ.

Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου,ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου· ἔθεντο Ἱερουσαλὴμ εἰςὀπωροφυλάκιον. 2 Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλωνσου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκαςτῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. 3 Ἐξέχεαν τὸαἷμα αὐτῶν ὡς ὕδωρ, κύκλῳ Ἱερουσαλὴμ, καὶ οὐκ ἦν ὁθάπτων. 4 Ἐγενήθημεν εἰς ὄνειδος τοῖς γείτοσιν ἡμῶν,μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν.

5 Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος; ἐκκαυθήσεταιὡς πῦρ ὁ ζῆλός σου; 6 Ἔκχεον τὴν ὀργήν σου ἐπὶ ἔθνητὰ μὴ ἐπεγνωκότα σε, καὶ ἐπὶ βασιλείας αἳ τὸ ὄνομά σουοὐκ ἐπεκαλέσαντο. 7 Ὅτι κατέφαγον τὸν Ἰακὼβ, καὶ τὸντόπον αὐτοῦ ἠρήμωσαν.

8 Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων, ταχὺπροκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτιἐπτωχεύσαμεν σφόδρα. 9 Βοήθησον ἡμῖν ὁ Θεὸς ὁσωτὴρ ἡμῶν, ἕνεκα τῆς δόξης τοῦ ὀνόματός σου Κύριεῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκατοῦ ὀνόματός σου· 10 Μή ποτε εἴπωσιν ἐν τοῖς ἔθνεσι,

Page 80: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 78:11 80 ΨΑΛΜΟΙ 79:12ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσινἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματοςτῶν δούλων σου τοῦ ἐκκεχυμένου.

11 Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶνπεπεδημένων, κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σουπεριποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. 12 Ἀπόδοςτοῖς γείτοσιν ἡμῶν ἑπταπλάσια εἰς τὸν κόλπον αὐτῶν τὸνὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε Κύριε. 13 Ἡμεῖς γὰρλαός σου καὶ πρόβατα νομῆς σου, ἀνθομολογησόμεθά σοιεἰς τὸν αἰῶνα, εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴναἴνεσίν σου.

791 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, μαρτύριον τῷἈσὰφ, ψαλμὸς ὑπὲρ τοῦ Ἀσσυρίου.

2 Ὁ Ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες, ὁ ὁδηγῶν ὡσεὶπρόβατα τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμἐμφάνηθι, 3 ἐναντίον Ἐφραὶμ καὶ Βενιαμὶν καὶ Μανασσῆ·ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.4 Ὁ Θεὸς ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόνσου, καὶ σωθησόμεθα.

5 Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶτὴν προσευχὴν τοῦ δούλου σου; 6 Ψωμιεῖς ἡμᾶς ἄρτονδακρύων, καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ. 7Ἔθουἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχθροὶἡμῶν ἐμυκτήρισαν ἡμᾶς. 8 Κύριε ὁ Θεὸς τῶν δυνάμεωνἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶσωθησόμεθα· διάψαλμα.

9 Ἄμπελον ἐξ Αἰγύπτου μετῇρας, ἐξέβαλες ἔθνη καὶκατεφύτευσας αὐτήν. 10 Ὡδοποίησας ἔμπροσθεν αὐτῆς,καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήσθη ἡ γῆ.11Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆςτὰς κέδρους τοῦ Θεοῦ. 12 Ἐξέτεινε τὰ κλήματα αὐτῆς

Page 81: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 79:13 81 ΨΑΛΜΟΙ 80:10ἕως θαλάσσης, καὶ ἕως ποταμοῦ τὰς παραφυάδας αὐτῆς.13Ἱνατί καθεῖλες τὸνφραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴνπάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; 14 Ἐλυμῄνατοαὐτὴν σῦς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατοαὐτήν.

15 Ὁ Θεὸς τῶν δυνάμεων ἐπίστρεψον δὴ, ἐπίβλεψον ἐξοὐρανοῦκαὶ ἴδε, καὶ ἐπίσκεψαι τὴνἄμπελον ταύτην· 16Καὶκατάρτισαι αὐτὴν, ἣν ἐφύτευσεν ἡ δεξιά σου, καὶ ἐπὶ υἱὸνἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ. 17 Ἐμπεπυρισμένηπυρὶ καὶ ἀνεσκαμμένη· ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπουσου ἀπολοῦνται. 18 Γενηθήτω ἡ χείρ σου ἐπʼ ἄνδρα δεξιᾶςσου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ.

19 Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ζωώσεις ἡμᾶς, καὶ τὸὄνομά σου ἐπικαλεσόμεθα. 20Κύριε ὁ Θεὸς τῶν δυνάμεωνἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶσωθησόμεθα.

801 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν ψαλμὸς τῷ Ἀσάφ.

2 Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατετῷ Θεῷ Ἰακώβ. 3 Λάβετε ψαλμὸν καὶ δότε τύμπανον,ψαλτήριον τερπνὸν μετὰ κιθάρας. 4 Σαλπίσατε ἐννεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν.

5 Ὅτι πρόσταγμα τῷ Ἰσραήλ ἐστι, καὶ κρίμα τῷ ΘεῷἸακώβ. 6 Μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτὸν, ἐν τῷἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου· γλῶσσαν ἣν οὐκ ἔγνω,ἤκουσεν.

7 Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ· αἱ χεῖρεςαὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν. 8Ἐν θλίψει ἐπεκαλέσωμε καὶ ἐῤῥυσάμην σε· ἐπήκουσά σου ἐν ἀποκρύφῳκαταιγίδος, ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας·διάψαλμα. 9 Ἄκουσον λαός μου καὶ λαλήσω σοι, Ἰσραὴλ,καὶ διαμαρτύρομαί σοι· ἐὰν ἀκούσῃς μου, 10 οὐκ ἔσται ἐν

Page 82: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 80:11 82 ΨΑΛΜΟΙ 82:2σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ.11 Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἀναγαγών σε ἐκγῆς Αἰγύπτου, πλάτυνον τὸ στόμα σου καὶ πληρώσωαὐτό. 12 Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶἸσραὴλ οὐ προσέσχε μοι. 13 Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰτὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐντοῖς ἐπιτηδεύμασιν αὐτῶν.

14 Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μουεἰ ἐπορεύθη, 15 ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶνἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂντὴν χεῖρά μου. 16 Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ,καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα, 17 καὶ ἐψώμισεναὐτοὺς ἐκ στέατος πυροῦ, καὶ ἐκ πέτρας μέλι ἐχόρτασεναὐτούς.

811 Ψαλμὸς τῷ Ἀσάφ.

Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺςδιακρινεῖ. 2 Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπαἁμαρτωλῶν λαμβάνετε; διάψαλμα. 3 Κρίνατε ὀρφανὸνκαὶ πτωχὸν, ταπεινὸν καὶ πένητα δικαιώσατε. 4 Εξέλεσθεπένητα, καὶ πτωχὸν ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε.

5 Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται·σαλευθήσονται πάντα τὰθεμελια τῆς γῆς. 6Ἐγὼεἶπα, θεοίἐστε, καὶ υἱοὶ ὑψίστου πάντες. 7 Ὑμεῖς δὲ ὡς ἄνθρωποιἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.

8 Ἀνάστα ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺκατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν.

821 Ὠδὴ ψαλμοῦ τῷ Ἀσάφ.

2 Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς, μηδὲκαταπραΰνῃς ὁ Θεός.

Page 83: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 82:3 83 ΨΑΛΜΟΙ 83:43 Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν· καὶ οἱ μισοῦντές σε

ᾖραν κεφαλήν. 4 Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντογνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. 5 Εἶπαν,δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴμνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι. 6 Ὅτι ἐβουλεύσαντο ἐνὁμονοίᾳ ἐπιτοαυτὸ, κατὰ σοῦ διαθήκην διέθεντο· 7 Τὰσκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβκαὶ οἱ Ἀγαρηνοὶ, 8 Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ, καὶἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. 9 Καὶ γὰρκαὶ Ἀσσοὺρ συμπαρεγένετο μετʼ αὐτῶν, ἐγενήθησαν εἰςἀντίληψιν τοῖς υἱοῖς Λώτ· διάψαλμα.

10 Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σεισάρᾳ, ὡςτῷ Ἰαβεὶν ἐν τῷ χειμάῤῥῳ Κεισῶν. 11 Ἐξωλοθρεύθησανἐν Ἀενδὼρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. 12 Θοῦτοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲκαὶ Σαλμανὰ, πάντας τοὺς ἄρχοντας αὐτῶν· 13 Οἵτινεςεἶπαν, κληρονομήσωμεν ἑαυτοῖς τὸ θυσιαστήριον τοῦΘεοῦ. 14 Ὁ Θεός μου θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς καλάμηνκατὰ πρόσωπον ἀνέμου. 15 Ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμὸν,ὡσεὶ φλὸξ κατακαύσαι ὄρη· 16 Οὕτως καταδιώξεις αὐτοὺςἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς.17Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσι τὸὄνομά σου Κύριε. 18 Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσανεἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶἀπολέσθωσαν. 19 Καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺμόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.

831 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν τοῖς υἱοῖς Κορὲ ψαλμός.

2 Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου Κύριε τῶν δυνάμεων.3 Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦΚυρίου· ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶΘεὸν ζῶντα· 4 Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ

Page 84: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 83:5 84 ΨΑΛΜΟΙ 84:7

τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς· τὰθυσιαστήριά σου Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου καὶὁ Θεός μου.

5 Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺςαἰῶνας τῶν αἰώνων αἰνέσουσί σε· διάψαλμα. 6 Μακάριοςἀνὴρ οὗ ἐστιν ἡ ἀντίληψις αὐτοῦ παρὰ σοῦ, Κύριε·ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο, 7 εἰς τὴν κοιλάδατοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν ἔθετο· καὶ γὰρ εὐλογίαςδώσει ὁ νομοθετῶν, 8 πορεύσονται ἐκ δυνάμεως εἰςδύναμιν, ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.

9 Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆςπροσευχῆς μου, ἐνώτισαι ὁ Θεὸς Ἰακώβ· διάψαλμα.10 Ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ Θεὸς, καὶ ἐπίβλεψον ἐπὶ τὸπρόσωπον τοῦ χριστοῦ σοῦ. 11 Ὅτι κρείσσων ἡμέραμία ἐν ταῖς αὐλαῖς σου, ὑπὲρ χιλιάδας· ἐξελεξάμηνπαραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μᾶλλον ἢ οἰκεῖν μεἐπὶ σκηνώμασιν ἁμαρτωλῶν. 12 Ὅτι ἔλεον καὶ ἀλήθειανἀγαπᾷ Κύριος, ὁ Θεὸς χάριν καὶ δόξαν δώσει· Κύριος οὐχὑστερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. 13Κύριετῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.

841 Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλμός.

2 Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρεψας τὴναἰχμαλωσίαν Ἰακώβ. 3 Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷσου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν· διάψαλμα.4 Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸὀργῆς θυμοῦ σου.

5 Ἐπίστρεψον ἡμᾶς ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶἀπόστρεψον τὸν θυμόν σου ἀφʼ ἡμῶν. 6Μὴ εἰς τὸν αἰῶναὀργισθῇς ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰςγενεάν; 7ὉΘεὸς, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός

Page 85: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 84:8 85 ΨΑΛΜΟΙ 85:12σου εὐφρανθήσεται ἐπὶ σοί. 8 Δεῖξον ἡμῖν Κύριε τὸ ἔλεόςσου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.

9 Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτιλαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺςὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸνκαρδίαν. 10 Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸσωτήριον αὐτοῦ, τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇἡμῶν. 11Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶεἰρήνη κατεφίλησαν. 12 Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶδικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε. 13 Καὶ γὰρ ὁ Κύριοςδώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸναὐτῆς. 14 Δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται, καὶθήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.

851 Προσευχὴ τῷ Δαυίδ.

Κλίνον Κύριε τὸ οὖς σου, καὶ εἰσάκουσόν μου, ὅτιπτωχὸς καὶ πένης εἰμὶ ἐγώ. 2Φύλαξον τὴν ψυχήν μου, ὅτιὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου ὁ Θεὸς, τὸν ἐλπίζονταἐπὶ σέ. 3 Ἐλέησόν με Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅληντὴν ἡμέραν. 4 Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτιπρὸς σὲ Κύριε ᾖρα τὴν ψυχήν μου. 5Ὅτι σὺ Κύριε χρηστὸςκαὶ ἐπιεικὴς, καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοιςσε. 6 Ἐνώτισαι Κύριε τὴν προσευχήν μου, καὶ πρόσχεςτῇ φωνῇ τῆς δεήσεώς μου. 7 Ἐν ἡμέρᾳ θλίψεώς μουἐκέκραξα πρὸς σὲ, ὅτι εἰσήκουσάς μου.

8 Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς Κύριε, καὶ οὐκ ἔστικατὰ τὰ ἔργα σου. 9 Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι,καὶ προσκυνήσουσιν ἐνώπιόν σου Κύριε, καὶ δοξάσουσι τὸὄνομά σου, 10 ὅτι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁΘεὸς μόνος ὁ μέγας. 11Ὁδήγησόν με Κύριε ἐν τῇ ὁδῷ σου,καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδίαμου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. 12Ἐξομολογήσομαί σοι

Page 86: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 85:13 86 ΨΑΛΜΟΙ 87:3

Κύριε ὁ Θεός μου ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομάσου εἰς τὸν αἰῶνα. 13 Ὅτι τὸ ἔλεός σου μέγα ἐπʼ ἐμὲ, καὶἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.

14 Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπʼ ἐμὲ, καὶσυναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐπροέθεντό σε ἐνώπιον αὐτῶν. 15 Καὶ σὺ Κύριε ὁ Θεὸςοἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶἀληθινός. 16 Ἐπίβλεψον ἐπʼ ἐμὲ, καὶ ἐλέησόν με, δὸςτὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆςπαιδίσκης σου. 17 Ποίησον μετʼ ἐμοῦ σημεῖον εἰς ἀγαθὸν,καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν· ὅτι σὺΚύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με.

861 Τοῖς υἱοῖς Κορὲ ψαλμὸς ᾠδῆς.

Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. 2 ἈγαπᾷΚύριος τὰς πύλας Σιὼν, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.3 Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ·διάψαλμα.

4 Μνησθήσομαι Ῥαὰβ, καὶ Βαβυλῶνος, τοῖς γινώσκουσίμε· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων,οὗτοι ἐγεννήθησαν ἐκεῖ. 5 Μήτηρ Σιὼν ἐρεῖ ἄνθρωπος,καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεναὐτὴν ὁ ὕψιστος. 6Κύριος διηγήσεται ἐν γραφῇ λαῶν, καὶἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. διάψαλμα.7Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.

871 Ὠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορὲ, εἰς τὸ τέλος, ὑπὲρ μαελὲθτοῦ ἀποκριθῆναι, συνέσεως Αἰμὰν τῷ Ἰσραηλίτῃ.

2 Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξακαὶ ἐν νυκτὶ ἐναντίον σου. 3 Εἰσελθέτω ἐνώπιόν σου ἡ

Page 87: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 87:4 87 ΨΑΛΜΟΙ 88:1προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου,Κύριε.

4Ὅτι ἐπλήσθηκακῶνἡψυχήμου, καὶ ἡ ζωήμου τῷᾅδῃἤγγισε. 5 Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰςλάκκον, ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος, 6 ἐν νεκροῖςἐλεύθερος, ὡσεὶ τραυματίαι ἐῤῥιμμένοι καθεύδοντες ἐντάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρόςσου ἀπώσθησαν. 7 Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐνσκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. 8 Ἐπʼ ἐμὲ ἐπεστηρίχθη ὁθυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγεςἐπʼ ἐμέ· διάψαλμα. 9 Ἐμάκρυνας τοὺς γνωστούς μουἀπʼ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς· παρεδόθην καὶοὐκ ἐξεπορευόμην. 10 Οἱ ὀφθαλμοί μου ἠσθένησαυ ἀπὸπτωχείας· καὶ ἐκέκραξα πρὸς σὲ Κύριε ὅλην τὴν ἡμέραν,διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου.

11 Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια, ἢ ἰατροὶἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι; 12 Μὴ διηγήσεταίτις ἐν τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου ἐν τῇἀπωλείᾳ; 13 Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιάσου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; 14 Κᾀγὼπρὸς σὲ Κύριε ἐκέκραξα, καὶ τοπρωῒ ἡ προσευχή μουπροφθάσει σε.

15 Ἱνατί Κύριε ἀπωθεῖς τὴν προσευχήν μου,ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ; 16 Πτωχόςεἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲἐταπεινώθην καὶ ἐξηπορήθην. 17 Ἐπʼ ἐμὲ διῆλθοναἱ ὀργαί σου, καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με.18 Ἐκύκλωσάν με ὡς ὕδωρ, ὅλην τὴν ἡμέραν περιέσχονμε ἅμα. 19Ἐμάκρυνας ἀπʼ ἐμοῦ φίλον, καὶ τοὺς γνωστούςμου ἀπὸ ταλαιπωρίας.

881 Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ.

Page 88: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 88:2 88 ΨΑΛΜΟΙ 88:19

2 Τὰ ἐλέη σου Κύριε εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰνκαὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματίμου. 3Ὅτι εἶπας, εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐντοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· 4 Διεθέμηνδιαθήκην τοῖς ἐκλεκτοῖς μου, ὤμοσα Δαυὶδ τῷ δούλῳμου. 5 Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶοἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου·διάψαλμα.

6 Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου Κύριε,καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων. 7 Ὅτι τίς ἐννεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; καὶ τίς ὁμοιωθήσεται τῷΚυρίῳ ἐν υἱοῖς Θεοῦ; 8 Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳαὐτοῦ. 9 Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι;δυνατὸς εἶ Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. 10 Σὺδεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶνκυμάτων αὐτῆς σὺ καταπραΰνεις. 11 Σὺ ἐταπείνωσαςὡς τραυματίαν ὑπερήφανον, καὶ ἐν τῷ βραχίονι τῆςδυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. 12 Σοίεἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ, τὴν οἰκουμένηνκαὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. 13 Τὸν Βοῤῥᾶνκαὶ θάλασσας σὺ ἔκτισας, Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷὀνόματί σου ἀγαλλιάσονται. 14 Σὸς ὁ βραχίων μετὰδυναστείας· κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιάσου. 15 Δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου·ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου.

16 Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν· Κύριε ἐντῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, 17 καὶ ἐν τῷὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν, καὶ ἐν τῇδικαιοσύνῃ σου ὑψωθήσονται. 18 Ὅτι τὸ καύχημα τῆςδυνάμεως αὐτῶν σὺ εἶ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεταιτὸ κέρας ἡμῶν· 19 ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις, καὶ τοῦ

Page 89: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 88:20 89 ΨΑΛΜΟΙ 88:38ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν.

20 Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου, καὶ εἶπας,ἐθέμην βοήθειαν ἐπὶ δυνατὸν, ὕψωσα ἐκλεκτὸν ἐκ τοῦλαοῦ μου. 21 Εὗρον Δαυὶδ τὸν δοῦλόν μου, ἐν ἐλέειἁγίῳ ἔχρισα αὐτόν. 22 Ἡ γὰρ χείρ μου συναντιλήψεταιαὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. 23 Οὐκὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσειτοῦ κακῶσαι αὐτόν. 24 Καὶ συγκόψω ἀπὸ προσώπουαὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸντροπώσομαι. 25 Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετʼαὐτοῦ, καὶ ἐν τῷὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ.26 Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖςδεξιὰν αὐτοῦ. 27 Αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶσὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. 28 Κᾀγὼπρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσιτῆς γῆς. 29 Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶἡ διαθήκη μου πιστὴ αὐτῷ. 30 Καὶ θήσομαι εἰς τὸν αἰῶνατοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦὡς τὰςἡμέρας τοῦ οὐρανοῦ.

31 Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶτοῖς κρίμασί μου μὴ πορευθῶσιν· 32 ἐὰν τὰ δικαιώματάμου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν·33 Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐνμάστιξι τὰς ἁμαρτίας αὐτῶν. 34 Τὸ δὲ ἔλεός μου οὐ μὴδιασκεδάσω ἀπʼ αὐτοῦ, οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳμου, 35 οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου, καὶ τὰἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω.36 Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι.37 Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνοςαὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, 38 καὶ ὡς ἡ σελήνηκατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷπιστός· διάψαλμα.

Page 90: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 88:39 90 ΨΑΛΜΟΙ 89:539 Σὺδὲ ἀπώσωκαὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν

σου. 40 Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου,ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ. 41 Καθεῖλεςπάντας τοὺς φραγμοῦς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦδειλίαν. 42 Διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδὸν,ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ. 43 Ὕψωσας τὴνδεξιὰν τῶν ἐχθρῶν αὐτοῦ, εὔφρανας πάντας τοὺς ἐχθροὺςαὐτοῦ. 44 Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ,καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. 45 Κατέλυσαςἀπὸ καθαρισμοῦ αὐτὸν, τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆνκατέῤῥαξας, 46 ἐσμίκρυνας τὰς ἡμέρας τοῦ θρόνου αὐτοῦ,κατέχεας αὐτοῦ αἰσχύνην· διάψαλμα.

47 Ἕως πότε Κύριε ἀποστρέφῃ εἰς τέλος; ἐκκαυθήσεταιὡς πῦρ ἡ ὀργή σου; 48 Μνήσθητι τίς ἡ ὑπόστασίς μου· μὴγὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων;49Τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον;ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; διάψαλμα.50 Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσαςτῷ Δαυὶδ ἐν τῇ ἀληθείᾳ σου; 51 Μνήσθητι Κύριε τοῦὀνειδισμου τῶν δούλων σου οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μουπολλῶν ἐθνῶν· 52 οὗ ὠνείδισαν οἱ ἐχθροί σου Κύριε, οὗὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου. 53 ΕὐλογητὸςΚύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.

891 Προσευχὴ τοῦ Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ.

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.2 Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶτὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνοςσὺ εἶ. 3 Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν,καὶ εἶπας, ἐπιστρέψατε υἱοὶ ἀνθρώπων; 4 Ὅτι χίλια ἔτηἐν ὀφθαλμοῖς σου, ὡς ἡ ἡμέρα ἡ ἐχθὲς ἥτις διῆλθε,καὶ φυλακὴ ἐν νυκτί. 5 Τὰ ἐξουδενώματα αὐτῶν ἔτη

Page 91: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 89:6 91 ΨΑΛΜΟΙ 90:5ἔσονται, τοπρωῒ ὡσεὶ χλόη παρέλθοι· 6 Τοπρωῒ ἀνθήσαικαὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶξηρανθείη. 7 Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐντῷ θυμῷ σου ἐταράχθημεν. 8 Ἔθου τὰς ἀνομίας ἡμῶνἐνώπιόν σου, ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπουσου. 9 Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇὀργῇ σου ἐξελίπομεν· τὰ ἔτη ἡμῶν ὡς ἀράχνη ἐμελέτων.10 Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη,ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖοναὐτῶν κόπος καὶ πόνος· ὅτι ἐπῆλθε πραΰτης ἐφʼ ἡμᾶς, καὶπαιδευθησόμεθα. 11Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου,καὶ ἀπὸ τοῦ φόβου τοῦ θυμοῦ σου ἐξαριθμήσασθαι; 12 τὴνδεξιάν σου οὕτως γνώρισον, καὶ τοὺς πεπαιδευμένους τῇκαρδίᾳ ἐν σοφίᾳ.

13 Ἐπίστρεψον, Κύριε· ἕως πότε; καὶ παρακλήθητι ἐπὶτοῖς δούλοις σου. 14 Ἐνεπλήσθημεν τοπρωῒ τοῦ ἐλέουςσου, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν· ἐν πάσαιςταῖς ἡμέραις ἡμῶν 15 εὐφρανθείημεν, ἀνθʼ ᾧν ἡμερῶνἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά. 16 Καὶ ἴδε ἐπὶτοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺςυἱοὺς αὐτῶν. 17 Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνονἐφʼ ἡμᾶς.

901 Αἶνος ᾠδῆς τῷ Δαυίδ.

Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου, ἐν σκέπῃ τοῦΘεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. 2 Ἐρεῖ τῷ Κυρίῳ,ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, ἐλπιῶἐπʼ αὐτόν. 3 Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν,ἀπὸ λόγου ταραχώδους. 4 Ἐν τοῖς μεταφρένοις αὐτοῦἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳκυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. 5 Οὐ φοβηθήσῃ ἀπὸ

Page 92: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 90:6 92 ΨΑΛΜΟΙ 91:8φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, 6 ἀπὸπράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματοςκαὶ δαιμονίου μεσημβρινοῦ. 7Πεσεῖται ἐκ τοῦ κλίτους σουχιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ.8Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσινἁμαρτωλῶν ὄψει.

9 Ὅτι σὺ Κύριε ἡ ἐλπίς μου, τὸν ὕψιστον ἔθουκαταφυγήν σου. 10 Οὐ προσελεύσεται πρὸς σὲ κακὰ,καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. 11 Ὅτι τοῖςἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σεἐν πάσαις ταῖς ὁδοῖς σου. 12 Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 13 Ἐπʼ ἀσπίδακαὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶδράκοντα.

14 Ὅτι ἐπʼ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσωαὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. 15 Ἐπικαλέσεται πρὸςμὲ, καὶ εἰσακούσομαι αὐτοῦ, μετʼ αὐτοῦ εἰμι ἐν θλίψει,καὶ ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν. 16 Μακρότητιἡμερῶν ἐμπλήσωαὐτὸν, καὶ δείξωαὐτῷ τὸ σωτήριόν μου.

911 Ψαλμὸς ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ σαββάτου.

2 Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷὀνόματί σου, ὕψιστε· 3 τοῦ ἀναγγέλλειν τοπρωῒ τὸ ἔλεόςσου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα, 4 ἐν δεκαχόρδῳψαλτηρίῳ, μετʼ ᾠδῆς ἐν κιθάρᾳ. 5Ὅτι εὔφρανάς με, Κύριε,ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σουἀγαλλιάσομαι.

6 Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε; σφόδραἐβαθύνθησαν οἱ διαλογισμοί σου. 7 Ἀνὴρ ἄφρωνοὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. 8 Ἐντῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡσεὶ χόρτον, καὶδιέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως

Page 93: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 91:9 93 ΨΑΛΜΟΙ 93:2ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 9 Σὺ δὲὕψιστος εἰς τὸν αἰῶνα, Κύριε.

10 Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, καὶδιασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.11 Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου, καὶ τὸγῆράς μου ἐν ἐλέῳ πίονι. 12 Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μουἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπʼ ἐμὲπονηρευομένοις ἀκούσεται τὸ οὖς μου.

13 Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷΛιβάνῳ πληθυνθήσεται· 14 Πεφυτευμένοι ἐν τῷ οἴκῳΚυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι.15 Τότε πληθυνθήσονται ἐν γήρει πίονι, καὶ εὐπαθοῦντεςἔσονται 16 τοῦ ἀναγγεῖλαι· ὅτι εὐθὴς Κύριος ὁ Θεός μου,καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

921 Εἰς τὴν ἡμέραν τοῦ προσαββάτου, ὅτε κατῴκισται ἡ γῆ,αἶνος ᾠδῆς τῷ Δαυίδ.

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο,ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο· καὶ γὰρἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.2 Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺεἶ. 3 Ἐπῇραν οἱ ποταμοὶ Κύριε, ἐπῇραν οἱ ποταμοὶ φωνὰςαὐτῶν, 4 ἀπὸ φωνῶν ὑδάτων πολλῶν· θαυμαστοὶ οἱμετεωρισμοὶ τῆς θαλάσσης· θαυμαστὸς ἐν ὑψηλοῖς ὁΚύριος. 5 Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳσου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

931 Ψαλμὸς τῷ Δαυὶδ τετράδι σαββάτου.

Θεὸς ἐκδικήσεων Κύριος, ὁ Θεὸς ἐκδικήσεωνἐπαῤῥησιάσατο. 2 Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδοςἀνταπόδοσιν τοῖς ὑπερηφάνοις.

Page 94: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 93:3 94 ΨΑΛΜΟΙ 93:233 Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε ἁμαρτωλοὶ

καυχήσονται; 4 Φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν,λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. 5 Τὸνλαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίανσου ἐκάκωσαν. 6 Χήραν καὶ ὀρφανὸν ἀπέκτειναν, καὶπροσήλυτον ἐφόνευσαν. 7 Καὶ εἶπαν, οὐκ ὄψεται Κύριος,οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ.

8 Σύνετε δὴ ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲφρονήσατε. 9Ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; ἢ ὁ πλάσαςτὸν ὀφθαλμὸν, οὐχὶ κατανοεῖ; 10 Ὁ παιδεύων ἔθνη, οὐχὶἐλέγξει; ὁ διδάσκωνἄνθρωπον γνῶσιν; 11Κύριος γινώσκειτοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι.

12 Μακάριος ὁ ἄνθρωπος ὃν ἂν σὺ παιδεύσῃς Κύριε,καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν· 13 τοῦ πραΰναιαὐτῷ ἀφʼ ἡμερῶν πονηρῶν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷβόθρος. 14 Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ,καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει, 15 ἕωςοὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχόμενοι αὐτῆςπάντες οἱ εὐθεῖς τῇ καρδίᾳ· διάψαλμα.

16 Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίςσυμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν;17 Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παραβραχὺ παρῴκησετῷ ᾅδῃ ἡ ψυχή μου. 18 Εἰ ἔλεγον, σεσάλευται ὁ πούς μου,τὸ ἔλεός σου Κύριε ἐβοήθει μοι. 19 Κύριε, κατὰ τὸ πλῆθοςτῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ παρακλήσεις σουἠγάπησαν τὴν ψυχήν μου.

20 Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσσωνκόπον ἐπὶ προστάγματι. 21 Θηρεύσουσιν ἐπὶ ψυχὴνδικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται. 22 Καὶ ἐγένετόμοι Κύριος εἰς καταφυγὴν, καὶ ὁ Θεός μου εἰς βοηθὸνἐλπίδος μου. 23 Καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν,

Page 95: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 94:1 95 ΨΑΛΜΟΙ 95:3καὶ τὴν πονηρίαν αὐτῶν· ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸςἡμῶν.

941 Αἶνος ᾠδῆς τῷ Δαυίδ.

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷτῷ σωτῆρι ἡμῶν. 2 Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐνἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. 3 ὍτιΘεὸς μέγας Κύριος, καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺςθεούς· 4 ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, ὅτι ἐντῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέωναὐτοῦ ἐστιν. 5 Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα καὶ αὐτὸςἐποίησεν αὐτὴν, καὶ τὴν ξηρὰν χεῖρες αὐτοῦ ἔπλασαν.

6 Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶκλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποίησαντος ἡμᾶς. 7 Ὅτιαὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶπρόβατα χειρὸς αὐτοῦ· 8 σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷπαραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πικρασμοῦ ἐν τῇἐρήμῳ, 9 οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν· ἐδοκίμασαν,καὶ εἶδον τὰ ἔργα μου. 10 Τεσσαράκοντα ἔτη προσώχθισατῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπα, ἀεὶ πλανῶνται τῇ καρδίᾳ, καὶαὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου. 11Ὡςὤμοσα ἐν τῇ ὀργῇμου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.

951 Ὅτε ὁ οἶκος ᾠκοδόμηται μετὰ τὴν αἰχμαλωσίαν, ᾠδὴ τῷΔαυίδ.

Ἄσατε τῷ Κυρίῳ ἆσμα καινὸν, ᾄσατε τῷ Κυρίῳ πᾶσαἡ γῆ. 2 Ἄσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ,εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ.3Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖςλαοῖς τὰ θαυμάσια αὐτοῦ.

Page 96: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 95:4 96 ΨΑΛΜΟΙ 96:64 Ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός

ἐστιν ἐπὶ πάντας τοὺς θεούς. 5 Ὅτι πάντες οἱ θεοὶ τῶνἐθνῶν δαιμόνια, ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν.6 Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ, ἁγιωσύνηκαὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.

7 Ἐνέγκατε τῷ Κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατετῷ Κυρίῳ δόξαν καὶ τιμὴν, 8 ἐνέγκατε τῷ Κυρίῳ δόξανὀνόματι αὐτοῦ, ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰςαὐλὰς αὐτοῦ· 9 Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳαὐτοῦ, σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.10 Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ Κύριος ἐβασίλευσε· καὶ γὰρκατώρθωσε τὴν σἰκουμένην, ἥτις οὐ σαλευθήσεται, κρινεῖλαοῦς ἐν εὐθύτητι. 11 Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶἀγαλλιάσθω ἡ γῆ, σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμααὐτῆς. 12 Χαρήσεται τὰ πεδία, καὶ πάντα τὰ ἐν αὐτοῖς·τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ 13 πρὸπροσώπου τοῦ Κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴνγῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐντῇ ἀληθείᾳ αὐτοῦ.

961 Τῷ Δαυὶδ, ὅτε ἡ γῆ αὐτοῦ καθίσταται.

Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ,εὐφρανθήτωσαν νῆσοι πολλαί.

2 Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶκρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. 3 Πῦρ ἐναντίοναὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺςαὐτοῦ. 4 Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, εἶδεκαὶ ἐσαλεύθη ἡ γῆ· 5 τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸπροσώπου Κυρίου, ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς.6 Ἀνήγγειλαν αἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶεἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ.

Page 97: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 96:7 97 ΨΑΛΜΟΙ 97:97 Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς

γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν·προσκυνήσατε αὐτῷ πάντες ἄγγελοι αὐτοῦ.

8 Ἤκουσε καὶ εὐφράνθη Σιὼν, καὶ ἠγαλλιάσαντο αἱθυγατέρες τῆς Ἰουδαίας, ἕνεκεν τῶν κριμάτων σου Κύριε.9 Ὅτι σὺ εἶ Κύριος ὁ ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν, σφόδραὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς.

10 Οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρόν· φυλάσσειΚύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ, ἐκ χειρὸς ἁμαρτωλῶνῥύσεται αὐτούς. 11 Φῶς ἀνέτειλε τῷ δικαίῳ, καὶ τοῖςεὐθέσι τῇ καρδίᾳ εὐφροσύνη. 12Εὐφράνθητε δίκαιοι ἐν τῷΚυρίῳ, καὶ ἐξομολογεῖσθε τῇμνήμῃ τῆς ἁγιωσύνηςαὐτοῦ.

971 Ψαλμὸς τῷ Δαυίδ.

Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁΚύριος· ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιοςαὐτοῦ.

2 Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶνἐθνῶνἀπεκάλυψε τὴν δικαιοσύνηναὐτοῦ. 3Ἐμνήσθη τοῦἐλέους αὐτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳἸσραήλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦθεοῦ ἡμῶν.

4 Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ, ᾄσατε καὶ ἀγαλλιᾶσθεκαὶ ψάλατε. 5 Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳκαὶ φωνῇ ψαλμοῦ. 6 Ἐν σάλπιγξιν ἐλαταῖς, καὶ φωνῇσάλπιγγος κερατίνης· ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέωςΚυρίῳ. 7 Σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς,ἡ οἰκουμένη καὶ οἱ κατοικοῦντες αὐτήν. 8 Ποταμοὶκροτήσουσι χειρὶ ἐπιτοαυτὸ, τὰ ὄρη ἀγαλλιάσονται. 9Ὅτιἥκει κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,καὶ λαοὺς ἐν εὐθύτητι.

Page 98: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 98:1 98 ΨΑΛΜΟΙ 100:198

1 Ψαλμὸς τῷ Δαυίδ.Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· ὁ

καθήμενος ἐπὶ τῶν χερουβὶμ, σαλευθήτω ἡ γῆ. 2 Κύριοςἐν Σιὼν μέγας, καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς.3 Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτιφοβερὸν καὶ ἅγιόν ἐστι, 4καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ·σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν καὶ δικαιοσύνην ἐνἸακὼβ σὺ ἐποίησας. 5Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶπροσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιόςἐστι.

6 Μωυσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶΣαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ·ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουεν, 7 ἐν στύλῳνεφέλης ἐλάλει πρὸς αὐτούς· ἐφύλασσον τὰ μαρτύριααὐτοῦ, καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοῖς. 8 Κύριε ὁΘεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· ὁ Θεὸς, εὐίλατος ἐγίνουαὐτοῖς, καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν.9 Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε εἰςὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

991 Ψαλμὸς εἰς ἐξομολόγησιν.

Ἀλαλάξατε τῷΚυρίῳπᾶσα ἡ γῆ, 2δουλεύσατε τῷΚυρίῳἐν εὐφροσύνῃ· εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.3 Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός· αὐτὸς ἐποίησενἡμᾶς, καὶ οὐχ ἡμεῖς, λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆςαὐτοῦ. 4 Εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει,τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις· ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτετὸ ὄνομα αὐτοῦ. 5 Ὅτι χρηστὸς Κύριος, εἰς τὸν αἰῶνα τὸἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.

1001 Ψαλμὸς τῷ Δαυίδ.

Page 99: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 100:2 99 ΨΑΛΜΟΙ 101:9Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε· 2ψαλῶ καὶ συνήσω

ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρὸς μέ; διεπορευόμην ἐνἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. 3 Οὐπροεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον,ποιοῦντας παραβάσεις ἐμίσησα· οὐκ ἐκολλήθη μοικαρδίασκαμβὴ, 4 ἐκκλίνοντος ἀπʼ ἐμοῦ τοῦ πονηροῦ οὐκἐγίνωσκον. 5 Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίοναὐτοῦ, τοῦτον ἐξεδίωκον· ὑπερηφάνῳ ὀφθαλμῷ καὶἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. 6Οἱ ὀφθαλμοί μουἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετʼἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει.7Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν·λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐναντίον τῶν ὀφθαλμῶνμου. 8Εἰς τὰς πρωΐας ἀπέκτενον πάντας τοὺς ἁμαρτωλοὺςτῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺςἐργαζομένους τὴν ἀδικίαν.

1011 Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ, καὶ ἐναντίονΚυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ.

2 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγήμου πρὸς σὲ ἐλθέτω. 3 Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σουἀπʼ ἐμοῦ· ἐν ᾗ ἂν ἡμέρᾳ θλίβομαι, κλῖνον πρὸς μὲ τὸ οὖςσου· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ εἰσάκουσόνμου.

4 Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. 5 Ἐπλήγην ὡσεὶχόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦφαγεῖν τὸν ἄρτον μου. 6 Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου,ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. 7 Ὡμοιώθηνπελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐνοἰκοπέδῳ. 8 Ἠγρύπνησα, καὶ ἐγενήθην ὡσεὶ στρουθίονμονάζον ἐπὶ δώματι. 9 Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με

Page 100: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 101:10 100 ΨΑΛΜΟΙ 101:29οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατʼ ἐμοῦ ὤμνυον.10 Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰκλαυθμοῦ ἐκίρνων, 11 ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶτοῦ θυμοῦ σου, ὅτι ἐπάρας κατέῤῥαξάς με.

12 Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, κᾀγὼ ὡσεὶχόρτος ἐξηράνθην. 13Σὺ δέ Κύριε εἰς τὸν αἰῶναμένεις, καὶτὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. 14 Σὺ ἀναστὰςοἰκτειρήσεις τὴν Σιὼν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν,ὅτι ἥκει καιρός. 15 Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺςλίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι. 16 Καὶφοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου Κύριε, καὶ πάντες οἱβασιλεῖς τὴν δόξαν σου.

17 Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεταιἐν τῇ δόξῃ αὐτοῦ. 18 Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴντῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν.19Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενοςαἰνέσει τὸν Κύριον. 20 Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίουαὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε, 21 τοῦἀκοῦσαι τοῦ στεναγμοῦ τῶνπεπεδημένων, τοῦ λῦσαι τοὺςυἱοὺς τῶν τεθανατωμένων, 22 τοῦ ἀναγγεῖλαι ἐν Σιὼντὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερουσαλήμ·23 ἐν τῷ συναχθῆναι λαοὺς ἐπιτοαυτὸ, καὶ βασιλεῖς τοῦδουλεύειν τῷ Κυρίῳ.

24 Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ, τὴν ὀλιγότητατῶν ἡμερῶν μου ἀνάγγειλόν μοι· 25 μὴ ἀναγάγῃς μεἐν ἡμίσει ἡμερῶν μου, ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου.26Κατʼ ἀρχὰς τὴν γῆν σὺ Κύριε ἐθεμελίωσας, καὶ ἔργα τῶνχειρῶν σου εἰσὶν οἱ οὐρανοί. 27 Αὐτοὶ ἀπολοῦνται, σὺδὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. 28Σὺδὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν· 29 Οἱ υἱοῖτῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶνεἰς τὸν αἰῶνα κατευθυνθήσεται.

Page 101: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 102:1 101 ΨΑΛΜΟΙ 102:20102

1 Τῷ Δαυίδ.Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός

μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 2 Εὐλόγει ἡ ψυχή μουτὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς αἰνέσειςαὐτοῦ· 3 Τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸνἰώμενον πάσας τὰς νόσους σου, 4 τὸν λυτρούμενον ἐκφθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶοἰκτιρμοῖς, 5 τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίανσου· ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.

6 Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρίμα πᾶσι τοῖςἀδικουμένοις. 7 Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ,τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. 8 Οἰκτίρμων καὶἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. 9 Οὐκεἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. 10 Οὐκατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰςἀνομίας ἡμῶνἀνταπέδωκενἡμῖν. 11Ὅτι κατὰ τὸὕψος τοῦοὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦἐπὶ τοὺς φοβουμένους αὐτόν. 12 Καθόσον ἀπέχουσινἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφʼ ἡμῶν τὰς ἀνομίαςἡμῶν. 13 Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριοςτοὺς φοβουμένους αὐτόν. 14 Ὅτι αὐτὸς ἔγνω τὸ πλάσμαἡμῶν· μνήσθητι ὅτι χοῦς ἐσμεν.

15 Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθοςτοῦ ἀγροῦ οὕτως ἐξανθήσει. 16 Ὅτι πνεῦμα διῆλθεν ἐναὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόποναὐτοῦ. 17 Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕωςτοῦαἰῶνος ἐπὶ τοὺςφοβουμένους αὐτόν· καὶ ἡ δικαιοσύνηαὐτοῦ ἐπὶ υἱοὺς υἱῶν, 18 τοῖς φυλάσσουσι τὴν διαθήκηναὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαιαὐτάς.

19 Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ,καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. 20 Εὐλογεῖτε τὸν

Page 102: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 102:21 102 ΨΑΛΜΟΙ 103:13Κύριον πάντες ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντεςτὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγωναὐτοῦ. 21 Εὐλογεῖτε τὸν Κύριον πᾶσαι αἱ δυνάμειςαὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὰ θελήματα αὐτοῦ.22 Εὐλογεῖτε τὸν Κύριον πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶτόπῳ τῆς δυναστείας αὐτοῦ· εὐλόγει ἡ ψυχή μου τὸνΚύριον.

1031 Τῷ Δαυίδ.

Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον. Κύριε ὁ Θεόςμου ἐμεγαλύνθης σφόδρα· ἐξομολόγησιν καὶ εὐπρέπειανἐνεδύσω, 2ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸνοὐρανὸν ὡσεὶ δέῤῥιν· 3 Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷααὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ· ὁ περιπατῶνἐπὶ πτερύγων ἀνέμων· 4 Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦπνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον·

5 Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐκλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 6 Ἄβυσσος ὡςἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονταιὕδατα. 7 Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆςβροντῆς σου δειλιάσουσιν. 8 Ἀναβαίνουσιν ὄρη, καὶκαταβαίνουσι πεδία εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοῖς.9 Ὅριον ἔθου ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσικαλύψαι τὴν γῆν.

10 Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσοντῶν ὀρέων διελεύσονται ὕδατα. 11 Ποτιοῦσι πάντα τὰθηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.12 Ἐπʼ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκμέσου τῶν πετρῶν δώσουσι φωνήν. 13 Ποτίζων ὄρηἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σουχορτασθήσεται ἡ γῆ.

Page 103: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 103:14 103 ΨΑΛΜΟΙ 103:3214 Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην

τῇ δουλείᾳ τῶν ἀνθρώπων· τοῦ ἐξαγαγεῖν ἄρτον ἐκτῆς γῆς, 15 καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου·τοῦ ἱλαρύναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίανἀνθρώπου στηρίζει. 16Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου,αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσεν. 17 Ἐκεῖ στρουθίαἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν.18 Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖςχοιρογρυλλίοις.

19 Ἐποίησε σελήνην εἰς καιροὺς, ὁ ἥλιος ἔγνω τὴνδύσιν αὐτοῦ. 20 Ἔθου σκότος καὶ ἐγένετο νὺξ, ἐν αὐτῇδιελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. 21 Σκυμνοιὠρυόμενοι ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιναὐτοῖς. 22 Ἀνέτειλεν ὁ ἥλιος καὶ συναχθήσονται, καὶἐν ταῖς μάνδραις αὐτῶν κοιτασθήσονται. 23 Ἐξελεύσεταιἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦἕως ἑσπέρας.

24 Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου Κύριε, πάντα ἐν σοφίᾳἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου· 25 Αὕτη ἡθάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκἔστιν ἀριθμὸς, ζῶα μικρὰ μετὰ μεγάλων. 26 Ἐκεῖ πλοῖαδιαπορεύονται, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειναὐτῷ. 27 Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴναὐτοῖς εὔκαιρον. 28 Δόντος σου αὐτοῖς, συλλέξουσιν·ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονταιχρηστότητος. 29 Ἀποστρέψαντος δέ σου τὸ πρόσωπον,ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.30 Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

31 Ἤτω ἡ δόξα Κυρίου εἰς τὸν αἰῶνα, εὐφρανθήσεταιΚύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ· 32 Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν

Page 104: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 103:33 104 ΨΑΛΜΟΙ 104:16καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶκαπνίζονται. 33 Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶτῷ Θεῷ μου ἕως ὑπάρχω. 34 Ἡδυνθείη αὐτῷ ἡ διαλογήμου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷΚυρίῳ. 35Ἐκλείποισανἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειναὐτούς· εὐλόγει, ἡ ψυχή μου τὸν Κύριον.

1041 Ἀλληλούϊα.

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομααὐτοῦ· ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ. 2Ασατεαὐτῷ καὶ ψάλατε αὐτῷ. διηγήσασθε πάντα τὰ θαυμάσιααὐτοῦ. 3 Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ·εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον. 4 Ζητήσατετὸν Κύριον καὶ κραταιώθητε· ζητήσατε τὸ πρόσωποναὐτοῦ διαπαντός. 5 Μνήσθητε τῶν θαυμασίων αὐτον ὧνἐποίησε, τὰ τέρατα αὐτοῦ, καὶ τὰ κρίματα τοῦ στόματοςαὐτοῦ. 6 Σπέρμα Ἁβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβἐκλεκτοὶ αὐτοῦ.

7 Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματααὐτοῦ. 8 Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγουοὗ ἐνετείλατο εἰς χιλίας γενεὰς, 9 ὃν διέθετο τῷ Ἁβραὰμ,καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ἰσαάκ· 10 Καὶ ἔστησεν αὐτὴντῷ Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ εἰς διαθήκηναἰώνιον, 11 λέγων, σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμακληρονομίας ὑμῶν. 12 Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷβραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ, 13καὶ διῆλθονἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον,14 οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς, καὶ ἤλεγξενὑπὲρ αὐτῶν βασιλεῖς· 15Μὴ ἅψησθε τῶν χριστῶν μου, καὶἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. 16 Καὶ ἐκάλεσελιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν.

Page 105: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 104:17 105 ΨΑΛΜΟΙ 104:3717 Ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον

ἐπράθη Ἰωσήφ. 18 Ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδαςαὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ· 19 Μέχρι τοῦἐλθεῖν τὸν λόγον αὐτοῦ· τὸ λόγιον τοῦ Κυρίου ἐπύρωσεναὐτόν. 20 Ἀπέστειλε βασιλεὺς καὶ ἔλυσεν αὐτὸν, ἄρχωνλαῶν καὶ ἀφῆκεν αὐτόν. 21 Κατέστησεν αὐτὸν κύριοντοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ,22 τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν, καὶ τοὺςπρεσβυτέρους αὐτοῦ σοφίσαι.

23 Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβπαρῴκησεν ἐν γῇ Χάμ. 24 Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦσφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ.25 Καὶ μετέστρεψε τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι τὸνλαὸν αὐτοῦ, τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ.26 Ἐξαπέστειλε Μωυσῆν τὸν δοῦλον αὐτοῦ, Ἀαρὼν ὃνἐξελέξατο αὐτόν.

27 Ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ,καὶ τῶν τεράτων ἐν γῇ Χάμ. 28 Ἐξαπέστειλε σκότοςκαὶ ἐσκότασε, καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ·29 Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινετοὺς ἰχθύας αὐτῶν. 30 Ἐξῆρψεν ἡ γῆ αὐτῶν βατράχους,ἐν τοῖς ταμείοις τῶν βασιλέων αὐτῶν. 31 Εἶπε καὶ ἦλθεκυνόμυια, καὶ σκνίπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν. 32Ἔθετοτὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇαὐτῶν. 33 Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν καὶ τὰςσυκὰς αὐτῶν, καὶ συνέτριψε πᾶν ξύλον ὁρίου αὐτῶν.34 Εἶπε καὶ ἦλθεν ἀκρὶς, καὶ βροῦχος οὗ οὐκ ἦν ἀριθμὸς,35 καὶ κατέφαγε πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶν, καὶκατέφαγε τὸν καρπὸν τῆς γῆς αὐτῶν. 36 Καὶ ἐπάταξεπᾶν πρωτότοκον ἐκ τῆς γῆς αὐτῶν, ἀπαρχὴν παντὸςπόνου αὐτῶν. 37 Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶχρυσίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν.

Page 106: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 104:38 106 ΨΑΛΜΟΙ 105:1038 Εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν, ὅτι ἐπέπεσενὁ φόβος αὐτῶν ἐπʼ αὐτούς. 39 Διεπέτασε νεφέλην εἰςσκέπην αὐτοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα.40 Ἤτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρτον οὐρανοῦἐνέπλησεν αὐτούς. 41 Διέῤῥηξε πέτραν, καὶ ἐῤῥύησανὕδατα, ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί.

42 Ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ, τοῦ πρὸςἈβραὰμ τὸν δοῦλον αὐτοῦ· 43Καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦἐν ἀγαλλιάσει, καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ·44 Καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πόνους λαῶνἐκληρονόμησαν. 45 Ὅπως ἂν φυλάξωσι τὰ δικαιώματααὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν.

1051 Ἀλληλούϊα.

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸναἰῶνα τὸ ἔλεος αὐτοῦ. 2 Τίς λαλήσει τὰς δυναστείας τοῦΚυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;3 Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντεςδικαιοσύνην ἐν παντὶ καιρῷ.

4 Μνήσθητι ἡμῶν Κύριε ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου,ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου· 5 τοῦ ἰδεῖν ἐν τῇχρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇεὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆςκληρονομίας σου.

6 Ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν, ἠνομήσαμεν,ἠδικήσαμεν. 7 Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαντὰ θαυμάσιά σου, καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθουςτοῦ ἐλέους σου· καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇἐρυθρᾷ θαλάσσῃ. 8 Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦὀνόματος αὐτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ.9 Καὶ ἐπετίμησε τῇ ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη· καὶὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ· 10 Καὶ ἔσωσεν

Page 107: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 105:11 107 ΨΑΛΜΟΙ 105:30αὐτοὺς ἐκ χειρὸς μισούντων, καὶ ἐλυτρώσατο αὐτοὺς ἐκχειρὸς ἐχθροῦ. 11Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτοὺς,εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη. 12 Καὶ ἐπίστευσαν τοῖςλόγοις αὐτοῦ, καὶ ᾔνεσαν τὴν αἴνεσιν αὐτοῦ. 13Ἐτάχυναν,ἐπελάθοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴναὐτοῦ. 14 Καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. 15 Καὶ ἔδωκεν αὐτοῖς τὸαἴτημα αὐτῶν, καὶ ἐξαπέστειλε πλησμονὴν εἰς τὴν ψυχὴναὐτῶν.

16 Καὶ παρώργισαν Μωυσῆν ἐν τῇ παρεμβολῇ, καὶἈαρὼν τὸν ἅγιον Κυρίου. 17 Ἠνοίχθη ἡ γῆ καὶ κατέπιεΔαθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών.18 Καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν, καὶ φλὸξκατέφλεξεν ἁμαρτωλούς.

19 Καὶ ἐποίησαν μόσχον ἐν Χωρὴβ, καὶ προσεκύνησαντῷ γλυπτῷ· 20 Καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν ἐνὁμοιώματι μόσχου ἔσθοντος χόρτον. 21 Ἐπελάθοντο τοῦΘεοῦ τοῦ σώζοντος αὐτοὺς, τοῦ ποιήσαντος μεγάλα ἐνΑἰγύπτῳ, 22θαυμαστὰ ἐν γῇΧὰμ, καὶ φοβερὰ ἐπὶ θαλάσσηςἐρυθρᾶς. 23 Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, εἰ μὴΜωυσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιοναὐτοῦ, τοῦ ἀποστρέψαι ἀπὸ θυμοῦ ὀργῆς αὐτοῦ, τοῦ μὴἐξολοθρεῦσαι.

24 Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητὴν, καὶ οὐκἐπίστευσαν τῷ λόγῳ αὐτοῦ. 25 Καὶ ἐγόγγυσαν ἐν τοῖςσκηνώμασιν αὐτῶν, οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου.26 Καὶ ἐπῇρε τὴν χεῖρα αὐτοῦ ἐπʼ αὐτοὺς, τοῦ καταβαλεῖναὐτοὺς ἐν τῇ ἐρήμῳ, 27 καὶ τοῦ καταβαλεῖν τὸ σπέρμααὐτῶν ἐν τοῖς ἔθνεσι, καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖςχώραις.

28 Καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, καὶ ἔφαγον θυσίαςνεκρῶν. 29 Καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιναὐτῶν, καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις. 30 Καὶ ἔστη

Page 108: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 105:31 108 ΨΑΛΜΟΙ 105:48Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις. 31 Καὶἐλογίσθηαὐτῷεἰς δικαιοσύνην, εἰς γενεὰνκαὶ γενεὰν ἕωςτοῦ αἰῶνος.

32 Καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας, καὶἐκακώθη Μωυσῆς διʼ αὐτούς· 33 Ὅτι παρεπίκραναν τὸπνεῦμα αὐτοῦ, καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ.

34 Οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη ἃ εἶπε Κύριος αὐτοῖς.35Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν.36 Καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθηαὐτοῖς εἰς σκάνδαλον. 37Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶτὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις, 38 καὶ ἐξέχεαν αἷμαἀθῶον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖςγλυπτοῖς Χαναάν· καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι,39 καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν· καὶ ἐπόρνευσαν ἐντοῖς ἐπιτηδεύμασιν αὐτῶν.

40 Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ. 41 Καὶ παρέδωκεναὐτοὺς εἰς χεῖρας ἐχθρῶν, καὶ ἐκυρίευσαν αὐτῶν οἱμισοῦντες αὐτούς. 42Καὶ ἔθλιψαναὐτοὺς οἱ ἐχθροὶ αὐτῶν,καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν. 43 Πλεονάκιςἐῤῥύσατο αὐτοὺς, αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇβουλῇ αὐτῶν· καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν.44 Καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτοὺς, ἐν τῷ αὐτὸνεἰσακοῦσαι τῆς δεήσεως αὐτῶν. 45 Καὶ ἐμνήσθη τῆςδιαθήκης αὐτοῦ, καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦἐλέους αὐτοῦ. 46 Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺςἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς.

47 Σῶσον ἡμᾶς Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπισυνάγαγεἡμᾶς ἐκ τῶν ἐθνῶν, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σουτῷ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου. 48ΕὐλογητὸςΚύριος ὁΘεὸς Ἰσραὴλ, ἀπὸ τοῦαἰῶνος καὶ ἕως τοῦαἰῶνος·καὶ ἐρεῖ πᾶς ὁ λαὸς, γένοιτο, γένοιτο.

Page 109: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 106:1 109 ΨΑΛΜΟΙ 106:19106

1 Ἀλληλούϊα.Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν

αἰῶνα τὸ ἔλεος αὐτοῦ. 2 Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸΚυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ, 3 καὶ ἐκ τῶνχωρῶν συνήγαγεν αὐτούς· ἀπὸ ἀνατολῶν, καὶ δυσμῶν,καὶ βοῤῥᾶ, καὶ θαλάσσης.

4 Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ· ὁδὸν πόλεωςκατοικητηρίου οὐχ εὗρον· 5 Πεινῶντες καὶ διψῶντες, ἡψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπε. 6 Καὶ ἐκέκραξαν πρὸςΚύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶναὐτῶν ἐῤῥύσατο αὐτούς· 7 Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸνεὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου.

8 Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶτὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. 9 Ὅτιἐχόρτασε ψυχὴν κενὴν, καὶ πεινῶσαν ἐνέπλησεν ἀγαθῶν.10Καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένουςἐν πτωχείᾳ καὶ σιδήρῳ· 11 Ὅτι παρεπίκραναν τὰ λόγιατοῦ Θεοῦ, καὶ τὴν βουλὴν τοῦ ὑψίστου παρώξυναν· 12Καὶἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν, ἠσθένησαν καὶοὐκ ἦν ὁ βοηθῶν. 13 Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷθλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεναὐτούς. 14 Καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶςθανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξεν.

15 Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ,καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων.16 Ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροὺςσυνέθλασεν.

17 Ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν, διὰγὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν. 18 Πᾶν βρῶμαἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶντοῦ θανάτου. 19 Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷθλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν

Page 110: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 106:20 110 ΨΑΛΜΟΙ 106:39αὐτούς. 20Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς,καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.

21 Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶτὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων· 22 Καὶθυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαντὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει.

23 Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντεςἐργασίαν ἐν ὕδασι πολλοῖς, 24 αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου,καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. 25 Εἶπε, καὶἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς.26 Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνουσινἕως τῶν ἀβύσσων· ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο,27 ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡσοφία αὐτῶν κατεπόθη. 28 Καὶ ἐκέκραξαν πρὸς Κύριονἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶνἐξήγαγεν αὐτούς. 29 Καὶ ἐπέταξε τῇ καταιγίδι, καὶἔστη εἰς αὖραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. 30 Καὶεὐφράνθησαν, ὅτι ἡσύχασαν, καὶ ὡδήγησεν αὐτοὺς ἐπὶλιμένα θελήματος αὐτῶν.

31 Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ,καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων.32Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ, καὶ ἐν καθέδρᾳπρεσβυτέρων αἰνεσάτωσαν αὐτόν.

33 Ἔθετο ποταμοὺς εἰς ἐρήμον, καὶ διεξόδους ὑδάτωνεἰς δίψαν· 34 Γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίαςτῶν κατοικούντων ἐν αὐτῇ. 35 Ἔθετο ἔρημον εἰς λίμναςὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. 36 Καὶκατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλειςκατοικεσίας· 37 Καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐφύτευσανἀμπελῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος. 38 Καὶεὐλόγησεν αὐτοὺς, καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰκτήνη αὐτῶν οὐκ ἐσμίκρυνε. 39 Καὶ ὠλιγώθησαν καὶ

Page 111: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 106:40 111 ΨΑΛΜΟΙ 108:1ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης. 40Ἐξεχύθηἐξουδένωσις ἐπʼ ἄρχοντας αὐτῶν, καὶ ἐπλάνησεν αὐτοὺςἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ. 41 Καὶ ἐβοήθησε πένητι ἐκπτωχείας, καὶ ἔθετο ὡς πρόβατα πατριάς· 42 Ὄψονταιεὐθεῖς καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸστόμα αὐτῆς. 43Τίς σοφὸς καὶ φυλάξει ταῦτα, καὶ συνήσειτὰ ἐλέη τοῦ Κυρίου;

1071 Ὠδὴ ψαλμοῦ τῷ Δαυίδ.

2 Ἑτοίμη ἡ καρδία μου ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου,ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. 3Ἐξεγέρθητι ψαλτήριονκαὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. 4 Ἐξομολογήσομαίσοι ἐν λαοῖς Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν. 5 Ὅτι μέγαἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶνἡ ἀλήθειά σου. 6 Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς,καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. 7 Ὅπως ἂν ῥυσθῶσινοἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόνμου. 8 Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ, ὑψωθήσομαικαὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶνδιαμετρήσω. 9Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς,καὶ Ἐφραίμ ἀντίληψις τῆς κεφαλῆς μου· Ἰούδας βασιλεύςμου, 10 Μωὰβ λέβης τῆς ἐλπίδος μου· ἐπὶ τὴν Ἰδουμαίανἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.

11 Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσειμε ἕως τῆς Ἰδουμαίας; 12 Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπωσάμενοςἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ ὁ Θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν;13 Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρίαἀνθρώπου. 14 Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸςἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.

1081 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

Page 112: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 108:2 112 ΨΑΛΜΟΙ 108:19

Ὁ Θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, 2 ὅτι στόμαἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπʼ ἐμὲ ἠνοίχθη· ἐλάλησανκατʼ ἐμοῦ γλώσσῃ δολίᾳ, 3 καὶ λόγοις μίσους ἐκύκλωσάνμε, καὶ ἐπολέμησάν με δωρέαν. 4 Ἀντὶ τοῦ ἀγαπᾷν με,ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην. 5 Καὶ ἔθεντο κατʼἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώςμου.

6 Κατάστησον ἐπʼ αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολοςστήτω ἐκ δεξιῶν αὐτοῦ. 7 Ἐν τῷ κρίνεσθαι αὐτὸν,ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦγενέσθω εἰς ἁμαρτίαν. 8 Γενηθήτωσαν αἱ ἡμέραιαὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.9 Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦχήρα. 10 Σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ,καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδωναὐτῶν. 11 Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχειαὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ.12 Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ, μηδὲ γενηθήτωοἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. 13 Γενηθήτω τὰ τέκνααὐτοῦ εἰς ἐξολόθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸὄνομα αὐτοῦ. 14 Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρωναὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴἐξαλειφθείη. 15Γενηθήτωσαν ἐναντίονΚυρίου διαπαντὸς,καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν·

16 Ἀνθʼ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος, καὶ κατεδίωξενἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇκαρδίᾳ τοῦ θανατῶσαι. 17 Καὶ ἠγάπησε κατάραν, καὶ ἥξειαὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεταιἀπʼ αὐτοῦ. 18 Καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶεἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ, καὶ ὡσεὶ ἔλαιονἐν τοῖς ὀστέοις αὐτοῦ. 19 Γενηθήτω αὐτῷ ὡς ἱμάτιον ὃπεριβάλλεται, καὶ ὡσεὶ ζώνη ἣν διαπαντὸς περιζώννυται.

Page 113: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 108:20 113 ΨΑΛΜΟΙ 109:620 Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου,καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.

21 Καὶ σὺ Κύριε Κύριε ποίησον μετʼ ἐμοῦ ἕνεκεν τοῦὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου. 22 Ῥῦσαίμε ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ, καὶ ἡ καρδία μουτετάρακται ἐντός μου. 23Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴνἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. 24 Τὰ γόνατάμου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθηδιʼ ἔλαιον. 25 Κᾀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με,ἐσάλευσαν κεφαλὰς αὐτῶν.

26 Βοήθησόν μοι Κύριε ὁ Θεός μου, καὶ σῶσόν με κατὰτὸ ἔλεός σου. 27 Καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη,καὶ σὺ Κύριε ἐποίησας αὐτήν. 28 Καταράσονται αὐτοὶ,καὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν,ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. 29 Ἐνδυσάσθωσαν οἱἐνδιαβάλλοντές με ἐντροπήν· καὶ περιβαλέσθωσαν ὡςδιπλοΐδα αἰσχύνην αὐτῶν. 30 Ἐξομολογήσομαι τῷ Κυρίῳσφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσωαὐτόν· 31 Ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκτῶν καταδιωκόντων τὴν ψυχήν μου.

1091 Ψαλμὸς τῷ Δαυίδ.

Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου,ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.2 Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιὼν,κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. 3 Μετὰ σοῦ ἡἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησιτῶν ἁγίων σου· ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε.4Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸναἰῶνα, κατὰ τὴν τάξινΜελχισεδέκ. 5Κύριος ἐκ δεξιῶν σουσυνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς. 6 Κρινεῖ ἐντοῖς ἔθνεσι, πληρώσει πτώματα, συνθλάσει κεφαλὰς ἐπὶ

Page 114: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 109:7 114 ΨΑΛΜΟΙ 111:6γῆν πολλῶν. 7 Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται, διὰ τοῦτοὑψώσει κεφαλήν.

1101 Ἀλληλούϊα.

Ἐξομολογήσομαι σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, ἐνβουλῇ εὐθέων καὶ συναγωγῇ. 2 Μεγάλα τὰ ἔργαΚυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ.3 Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.4 Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ, ἐλεήμων καὶοἰκτίρμων ὁ Κύριος. 5 Τροφὴν ἔδωκε τοῖς φοβουμένοιςαὐτόν· μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ.6 Ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ, τοῦδοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν. 7 Ἔργα χειρῶναὐτοῦ, ἀλήθεια καὶ κρίσις· πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ,8 ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναιἐν ἀληθείᾳ καὶ εὐθύτητι. 9 Λύτρωσιν ἀπέστειλε τῷ λαῷαὐτοῦ· ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ· ἅγιονκαὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ. 10 Ἀρχὴ σοφίας φόβοςΚυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν· ἡαἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

1111 Ἀλληλούϊα.

Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖςἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. 2 Δυνατὸν ἐν τῇ γῇἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθέων εὐλογηθήσεται·3 Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνηαὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 4 Ἐξανέτειλενἐν σκότει φῶς τοῖς εὐθέσιν· ἐλεήμων καὶ οἰκτίρμωνκαὶ δίκαιος. 5 Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν,οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, 6 ὅτι εἰς

Page 115: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 111:7 115 ΨΑΛΜΟΙ 113:6τὸν αἰῶνα οὐ σαλευθήσεται· εἰς μνημόσυνον αἰώνιονἔσται δίκαιος. 7 Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται·ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον· 8 Ἐστήρικταιἡ καρδία αὐτοῦ, οὐ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺςἐχθροὺς αὐτοῦ. 9 Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν,ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. 10 Ἁμαρτωλὸςὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶτακήσεται· ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται.

1121 Ἀλληλούϊα.

Αἰνεῖτε παῖδες Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου. 2 Εἴητὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦαἰῶνος. 3Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, αἰνετὸν τὸὄνομα Κυρίου. 4 Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος, ἐπὶτοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.

5 Τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν; ὁ ἐν ὑψηλοῖς κατοικῶν,6 καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇγῇ· 7 ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίαςἀνυψῶνπένητα, 8τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰἀρχόντων λαοῦ αὐτοῦ· 9 ὁ κατοικίζων στείραν ἐν οἴκῳ,μητέρα ἐπὶ τέκνοις εὐφραινομένην.

1131 Ἀλληλούϊα.

Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦβαρβάρου, 2 ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλἐξουσία αὐτοῦ. 3Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνηςἐστράφη εἰς τὰ ὀπίσω. 4Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶοἱ βουνοὶ ὡς ἀρνία προβάτων.

5 Τί σοι ἐστὶ θάλασσα ὅτι ἔφυγες; καὶ σὺ Ἰορδάνη ὅτιἐστράφης εἰς τὰ ὀπίσω; 6 Τὰ ὄρη ὅτι ἐσκίρτησατε ὡσεὶ

Page 116: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 113:7 116 ΨΑΛΜΟΙ 113:26κριοί; καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων; 7Ἀπὸ προσώπουΚυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακὼβ,8 τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴνἀκρότομον εἰς πηγὰς ὑδάτων. 9 Μὴ ἡμῖν Κύριε, μὴ ἡμῖν,ἀλλʼ ἢ τῷ ὀνόματί σου δὸς δόξαν, ἐπὶ τῷ ἐλέει σου καὶτῇ ἀληθείᾳ σου· 10 μή ποτε εἴπωσι τὰ ἔθνη, ποῦ ἐστιν ὁΘεὸς αὐτῶν; 11 Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇγῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησε.

12 Τὰ εἴδωλα τῶν ἐθνῶν, ἀργύριον καὶ χρυσίον, ἔργαχειρῶν ἀνθρώπων. 13 Στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν,ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· 14 Ὦτα ἔχουσι καὶοὐκ ἀκούσονται, ῥῖνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται·15 Χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι, πόδας ἔχουσι καὶοὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν.16ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱπεποιθότες ἐπʼ αὐτοῖς.

17 Οἶκος Ἰσραὴλ ἔλπισεν ἐπὶ Κύριον, βοηθὸς καὶὑπερασπιστὴς αὐτῶν ἐστιν. 18 Οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶΚύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. 19 Οἱφοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον, βοηθὸς καὶὑπερασπιστὴς αὐτῶν ἐστι.

20 Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς, εὐλόγησετὸν οἶκον Ἰσραὴλ, εὐλόγησε τὸν οἶκον Ἀαρών·21 Εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον, τοὺς μικροὺςμετὰ τῶν μεγάλων. 22Προσθείη Κύριος ἐφʼ ὑμᾶς, ἐφʼ ὑμᾶςκαὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν. 23 Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ,τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.

24 Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκετοῖς υἱοῖς τῶν ἀνθρώπων. 25 Οὐχ οἱ νεκροὶ αἰνέσουσίσε Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου· 26 Ἀλλʼἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶἕως τοῦ αἰῶνος.

Page 117: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 114:1 117 ΨΑΛΜΟΙ 115:10114

1 Ἀλληλούϊα.Ἠγαπήσα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς

δεήσεώς μου· 2 Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐνταῖς ἡμέραις μου ἐπικαλέσομαι. 3 Περιέσχον με ὠδῖνεςθανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλίψιν καὶ ὀδύνηνεὗρον, 4 καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην, ὦ Κύριεῥῦσαι τὴν ψυχήν μου.

5 Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.6Φυλάσσων τὰ νήπια ὁΚύριος, ἐταπεινώθην καὶ ἔσωσέ με.

7 Ἐπίστρεψον ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου, ὅτιΚύριος εὐηργέτησέ σε. 8 Ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκθανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺςπόδας μου ἀπὸ ὀλισθήματος. 9 Εὐαρεστήσω ἐνώπιονΚυρίου ἐν χώρᾳ ζώντων.

1151 Ἀλληλούϊα.

Ἐπιστεύσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.2Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης.

3 Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧνἀνταπέδωκέ μοι; 4 Ποτήριον σωτηρίου λήψομαι, καὶτὸ ὄνομα Κυρίου ἐπικαλέσομαι· 4a Τὰς εὐχάς μου τῷΚυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.

6 Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.7 Ὦ Κύριε ἐγὼ δοῦλος σὸς, ἐγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆςπαιδίσκης σου, διέῤῥηξας τοὺς δεσμούς μου. 8 Σοὶ θύσωθυσίαν αἰνέσεως, καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι·9 Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, ἐναντίον παντὸςτοῦ λαοῦ αὐτοῦ, 10 ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σουἹερουσαλήμ.

Page 118: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 116:1 118 ΨΑΛΜΟΙ 117:18116

1 Ἀλληλούϊα.Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν

πάντες οἱ λαοί. 2Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφʼ ἡμᾶς,καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

1171 Ἀλληλούϊα.

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνατὸ ἔλεος αὐτοῦ. 2Εἰπάτω δὴ οἶκος Ἰσραὴλ, ὅτι ἀγαθὸς, ὅτιεἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 3 Εἰπάτω δὴ οἶκος Ἀαρὼν,ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 4Εἰπάτωσανδὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθὸς, ὅτι εἰςτὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

5 Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέμου εἰς πλατυσμόν. 6 Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐφοβηθήσομαι τί ποιησει μοι ἄνθρωπος. 7 Κύριος ἐμοὶβοηθὸς, κᾀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου. 8 Ἀγαθὸνπεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπʼ ἄνθρωπον.9Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπʼ ἄρχουσι.

10 Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίουἠμυνάμην αὐτούς· 11Κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷὀνόματι Κυρίου ἠμυνάμην αὐτούς· 12Ἐκύκλωσάν με ὡσεὶμέλισσαι κηρίον, καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις,καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 13 Ὠσθεὶςἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου.

14 Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετόμοι εἰς σωτηρίαν. 15 Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐνσκηναῖς δικαίων· δεξιὰ Κυρίου ἐποίησε δύναμιν, 16 δεξιὰΚυρίου ὕψωσέ με· δεξιὰ Κυρίου ἐποίησε δύναμιν. 17 Οὐκἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργαΚυρίου. 18 Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ τῷθανάτῳ οὐ παρέδωκέ με.

Page 119: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 117:19 119 ΨΑΛΜΟΙ 118:1019 Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, εἰσελθὼν ἐν αὐταῖς

ἐξομολογήσομαι τῷ Κυρίῳ. 20 Αὕτη ἡ πύλη τοῦ Κυρίου,δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. 21 Ἐξομολογήσομαί σοι,ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μου εἰς σωτηρίαν. 22Λίθονὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰςκεφαλὴν γωνίας. 23 Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 24 Αὕτη ἡ ἡμέραἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμενἐν αὐτῇ. 25 Ὦ Κύριε σῶσον δὴ, ὦ Κύριε εὐόδωσονδή. 26 Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου.

27 Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· συστήσασθε ἑορτὴνἐν τοῖς πυκάζουσιν, ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.28Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ,καὶ ὑψώσω σε· ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου,καὶ ἐγένου μοι εἰς σωτηρίαν. 29Ἐξομολογεῖσθε τῷ Κυρίῳ,ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

1181 Ἀλληλούϊα.

Μακάριοι ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳΚυρίου. 2 Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύριααὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. 3 Οὐγὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦἐπορεύθησαν. 4 Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦφυλάξασθαι σφόδρα. 5 Ὄφελον κατευθυνθείησαν αἱ ὁδοίμου, τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. 6 Τότε οὐ μὴαἰσχυνθῶ, ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάςσου. 7 Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷμεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. 8 Τὰδικαιώματά σου φυλάξω, μή με ἐγκαταλίπῃς ἕως σφόδρα.

9 Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐντῷ φυλάξασθαι τοὺς λόγους σου. 10 Ἐν ὅλῃ καρδίᾳ μου

Page 120: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 118:11 120 ΨΑΛΜΟΙ 118:34ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. 11 Ἐντῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτωσοι. 12 Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματάσου. 13 Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματατοῦ στόματός σου. 14 Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σουἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ. 15 Ἐν ταῖς ἐντολαῖς σουἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου. 16 Ἐν τοῖςδικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγωνσου.

17 Ἀνταπόδος τῷ δούλῳ σου, ζήσομαι καὶ φυλάξω τοὺςλόγους σου. 18 Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶκατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. 19 Πάροικοςἐγώ εἰμι ἐν τῇ γῇ, μὴ ἀποκρύψῃς ἀπʼ ἐμοῦ τὰς ἐντολάςσου. 20 Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰκρίματά σου ἐν παντὶ καιρῷ. 21Ἐπετίμησας ὑπερηφάνοις,ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου.22 Περίελε ἀπʼ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰμαρτύριά σου ἐξεζήτησα. 23 Καὶ γὰρ ἐκάθισαν ἄρχοντες,καὶ κατʼ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐντοῖς δικαιώμασί σου. 24 Καὶ γὰρ τὰ μαρτύριά σου μελέτημου ἐστὶ, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου.

25 Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸλόγον σου. 26 Τὰς ὁδούς σου ἐξήγγειλα καὶ ἐπήκουσάςμου, δίδαξόν με τὰ δικαιώματά σου. 27Ὁδὸν δικαιωμάτωνσουσυνέτισόνμε, καὶ ἀδολεσχήσωἐν τοῖς θαυμασίοις σου.28 Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐντοῖς λόγοις σου. 29Ὁδὸν ἀδικίας ἀπόστησον ἀπʼ ἐμοῦ, καὶτῷ νόμῳ σου ἐλέησόν με. 30 Ὁδὸν ἀληθείας ᾑρετισάμην,καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην. 31 Ἐκολλήθηντοῖς μαρτυρίοις σου Κύριε, μή με καταισχύνῃς. 32 Ὁδὸνἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.

33 Νομοθέτησόν με Κύριε τὴν ὁδὸν τῶν δικαιωμάτωνσου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός. 34 Συνέτισόν με, καὶ

Page 121: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 118:35 121 ΨΑΛΜΟΙ 118:56ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃκαρδίᾳ μου. 35 Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶνσου, ὅτι αὐτὴν ἠθέλησα. 36Κλῖνον τὴν καρδίαν μου εἰς τὰμαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. 37Ἀπόστρεψον τοὺςὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σουζῆσόν με. 38 Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸνφόβον σου. 39Περίελε τὸν ὄνειδισμόν μου ὃν ὑπώπτευσα,ὅτι τὰ κρίματά σουχρηστά. 40Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάςσου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.

41 Καὶ ἔλθοι ἐπʼ ἐμὲ τὸ ἔλεός σου Κύριε, τὸ σωτήριόνσου κατὰ τὸν λόγον σου. 42 Καὶ ἀποκριθήσομαι τοῖςὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου.43 Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείαςἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. 44 Καὶφυλάξω τὸν νόμον σου διαπαντὸς, εἰς τὸν αἰῶνα καὶ εἰςτὸν αἰῶνα τοῦ αἰῶνος. 45 Καὶ ἐπορευόμην ἐν πλατυσμῷ,ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 46 Καὶ ἐλάλουν ἐν τοῖςμαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην.47 Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησασφόδρα. 48 Καὶ ᾖρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σουἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου.

49 Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου ὧνἐπήλπισάς με. 50 Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσειμου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. 51 Ὑπερήφανοιπαρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκἐξέκλινα. 52 Ἐμνήσθην τῶν κριμάτων σου ἀπʼ αἰῶνοςΚύριε, καὶ παρεκλήθην. 53 Ἀθυμία κατέσχε με ἀπὸἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.54 Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου, ἐν τόπῳ παροικίαςμου· 55 Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου Κύριε, καὶἐφύλαξα τὸν νόμον σου. 56 Αὕτη ἐγενήθη μοι, ὅτι τὰδικαιώματά σου ἐξεζήτησα.

Page 122: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 118:57 122 ΨΑΛΜΟΙ 118:7857 Μερίς μου εἶ Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον

σου. 58 Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου,ἐλέησόν με κατὰ τὸ λόγιόν σου. 59 Διελογισάμην τὰςὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριάσου. 60 Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην, τοῦ φυλάξασθαιτὰς ἐντολάς σου. 61 Σχοινία ἁμαρτωλῶν περιεπλάκησάνμοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 62 Μεσονύκτιονἐξεγειρόμην, τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆςδικαιοσύνης σου. 63 Μέτοχος ἐγώ εἰμι πάντων τῶνφοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου.64 Τοῦ ἐλέους σου Κύριε πλήρης ἡ γῆ, τὰ δικαιώματά σουδίδαξόν με.

65 Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου Κύριεκατὰ τὸν λόγον σου. 66 Χρηστότητα καὶ παιδείαν καὶγνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.67Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτοτὸ λόγιόν σου ἐφύλαξα. 68 Χρηστὸς εἶ σὺ Κύριε· καὶἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιωματά σου.69 Ἐπληθύνθη ἐπʼ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃκαρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. 70 Ἐτυρώθη ὡςγάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.71 Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰδικαιώματά σου. 72Ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου,ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.

73 Αἱ χεῖρές σου ἔποίησάν με καὶ ἐπλασάν με, συνέτισόνμε καὶ μαθήσομαι τὰς ἐντολάς σου. 74 Οἱ φοβούμενοί σεὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σουἐπήλπισα. 75ἜγνωνΚύριε ὅτι δικαιοσύνη τὰ κρίματά σου,καὶ ἀληθείᾳ ἐταπείνωσάς με. 76 Γενηθήτω δὴ τὸ ἔλεόςσου τοῦ παρακαλέσαι με, κατὰ τὸ λόγιόν σου τῷ δούλῳσου. 77 Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι,ὅτι ὁ νόμος σου μελέτη μου ἐστίν. 78 Αἰσχυνθήτωσανὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμὲ, ἐγὼ δὲ

Page 123: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 118:79 123 ΨΑΛΜΟΙ 118:101ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. 79Ἐπιστρεψάτωσάν μεοἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.80Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου,ὅπως ἂν μὴ αἰσχυνθῶ.

81 Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰςτοὺς λόγους σου ἐπήλπισα. 82 Ἐξέλιπον οἱ ὀφθαλμοίμου εἰς τὸ λόγιόν σου, λέγοντες, πότε παρακαλέσεις με;83 Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σουοὐκ ἐπελαθόμην. 84 Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλουσου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;85 Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλʼ οὐχ ὡςὁ νόμος σου Κύριε. 86 Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια·ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. 87 Παρὰ βραχὺσυνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰςἐντολάς σου. 88 Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξωτὰ μαρτύρια τοῦ στόματός σου.

89 Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐντῷ οὐρανῷ, 90 εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου·ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει. 91 Τῇ διατάξει σουδιαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. 92 Εἰ μὴ ὅτιὁ νόμος σου μελέτη μου ἐστὶ, τότε ἂν ἀπωλόμην ἐν τῇταπεινώσει μου. 93 Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶνδικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. 94 Σός εἰμιἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. 95 Ἐμὲὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με, τὰ μαρτύριά σουσυνῆκα. 96 Πάσης συντελείας εἶδον πέρας, πλατεία ἡἐντολή σου σφόδρα.

97 Ὡς ἠγάπησα τὸν νόμον σου Κύριε; ὅλην τὴν ἡμέρανμελέτη μου ἐστίν. 98 Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς μετὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. 99 Ὑπὲρπάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σουμελέτη μου ἐστίν. 100 Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτιτὰς ἐντολάς σου ἐξεζήτησα. 101 Ἐκ πάσης ὁδοῦ πονηρᾶς

Page 124: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 118:102 124 ΨΑΛΜΟΙ 118:122ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγουςσου. 102 Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺἐνομοθέτησάς με.

103 Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλιτῷ στόματί μου. 104 Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα, διὰτοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας.

105 Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖςτρίβοις μου. 106 Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαιτὰ κρίματα τῆς δικαιοσύνης σου. 107 Ἐταπεινώθην ἕωςσφόδρα Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου. 108 Τὰἑκούσια τοῦ στόματός μου εὐλόκησον δὴ Κύριε, καὶ τὰκρίματά σου δίδαξόν με. 109 Ἡ ψυχή μου ἐν ταῖς χερσὶσου διαπαντὸς, καὶ τὸν νόμον σου οὐκ ἐπελαθόμην.110 Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶνσου οὐκ ἐπλανήθην. 111 Ἐκληρονόμησα τὰ μαρτύριάσου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλιάμα τῆς καρδίας μού εἰσιν.112 Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματάσου εἰς τὸν αἰῶνα διʼ ἀντάμειψιν.

113 Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα.114 Βοηθός μου, καὶ ἀντιλήπτωρ μου εἶ σὺ, εἰς τοὺςλόγους σου ἐπήλπισα. 115 Ἐκκλίνατε ἀπʼ ἐμοῦ οἱπονηρευόμενοι, καὶ ἐξεραυνήσω τὰς ἐντολὰς τοῦ Θεοῦμου. 116 Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόνμε, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου.117 Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖςδικαιώμασί σου διαπαντός. 118Ἐξουδένωσας πάντας τοὺςἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸἐνθύμημα αὐτῶν. 119 Παραβαίνοντας ἐλογισάμην πάνταςτοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριάσου. 120Καθήλωσον ἐκ τοῦφόβου σου τὰς σάρκας μου, ἀπὸγὰρ τῶν κριμάτων σου ἐφοβήθην.

121 Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς μετοῖς ἀδικοῦσί με. 122Ἔνδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθὸν,

Page 125: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 118:123 125 ΨΑΛΜΟΙ 118:144μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. 123 Οἱ ὀφθαλμοίμου ἐξέλιπον εἰς τὸ σωτήριόν σου, καὶ εἰς τὸ λόγιοντῆς δικαιοσύνης σου. 124 Ποίησον μετὰ τοῦ δούλου σουκατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με.125 Δοῦλός σου εἰμὶ ἐγὼ, συνέτισόν με καὶ γνώσομαιτὰ μαρτύριά σου. 126 Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ,διεσκέδασαν τὸν νόμον σου. 127 Διὰ τοῦτο ἠγάπησα τὰςἐντολάς σουὑπὲρ χρυσίονκαὶ τοπάζιον. 128Διὰ τοῦτοπρὸςπάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικονἐμίσησα.

129 Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεναὐτὰ ἡ ψυχή μου. 130 Ἡ δήλωσις τῶν λόγων σουφωτιεῖ καὶ συνετιεῖ νηπίους. 131 Τὸ στόμα μου ἤνοιξα,καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.132 Ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρίματῶν ἀγαπώντων τὸ ὄνομά σου. 133 Τὰ διαβήματά μουκατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτωμου πᾶσα ἀνομία. 134 Λύτρωσαί με ἀπὸ συκοφαντίαςἀνθρώπων, καὶφυλάξωτὰς ἐντολάς σου. 135Τὸπρόσωπόνσου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰδικαιώματά σου. 136 Διεξόδους ὑδάτων κατέβησαν οἱὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου.

137 Δίκαιος εἶ Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου.138Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου, καὶ ἀλήθειανσφόδρα. 139 Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶνλόγων σου οἱ ἐχθροί μου. 140Πεπυρωμένον τὸ λόγιόν σουσφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. 141 Νεώτεροςἐγὼ εἰμι καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκἐπελαθόμην. 142 Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸναἰῶνα, καὶ ὁ νόυος σου ἀλήθεια. 143 Θλίψεις καὶ ἀνάγκαιεὕροσάν με, ἐντολαί σου μελέτη μου. 144 Δικαιοσύνη τὰμαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι.

Page 126: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 118:145 126 ΨΑΛΜΟΙ 118:167145 Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου Κύριε,

τὰ δικαιώματά σου ἐκζητήσω. 146Ἐκέκραξά σοι, σῶσόνμε,καὶ φυλάξω τὰ μαρτύριά σου. 147Προέφθασα ἐν ἀωρίᾳ καὶἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. 148Προέφθασανοἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾷν τὰ λόγιάσου. 149 Τῆς φωνῆς μου ἄκουσον Κύριε κατὰ τὸ ἔλεόςσου, κατὰ τὸ κρίμα σου ζῆσόν με. 150 Προσήγγισανοἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σουἐμακρύνθησαν. 151 Ἐγγὺς εἶ Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σουἀλήθεια. 152Κατʼ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτιεἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.

153 Ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦνόμου σου οὐκ ἐπελαθόμην. 154 Κρῖνον τὴν κρίσιν μουκαὶ λύτρωσαί με, διὰ τὸν λόγον σου ζῆσόν με. 155Μακρὰνἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκἐξεζήτησαν. 156 Οἱ οἰκτιρμοί σου πολλοὶ Κύριε, κατὰτὸ κρίμα σου ζῆσόν με. 157 Πολλοὶ οἱ ἐκδιώκοντές μεκαὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.158 Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σουοὐκ ἐφυλάξαντο. 159 Ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησαΚύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. 160 Ἀρχὴ τῶν λόγωνσου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆςδικαιοσύνης σου.

161 Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶνλόγων σου ἐδειλίασεν ἡ καρδία μου. 162 Ἀγαλλιάσομαιἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά.163 Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμονσου ἠγάπησα. 164 Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰκρίματα τῆς δικαιοσύνης σου. 165 Εἰρήνη πολλὴ τοῖςἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.166 Προσεδόκων τὸ σωτήριόν σου Κύριε, καὶ τὰς ἐντολάςσου ἠγάπησα. 167Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου,

Page 127: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 118:168 127 ΨΑΛΜΟΙ 120:2καὶ ἠγάπησεν αὐτὰ σφόδρα. 168Ἐφύλαξα τὰς ἐντολάς σουκαὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σουΚύριε.

169 Ἐγγυσάτω ἡ δέησίς μου ἐνώπιόν σου Κύριε, κατὰτὸ λόγιόν σου συνέτισόν με. 170 Εἰσέλθοι τὸ ἀξίωμάμου ἐνώπιόν σου Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με.171 Ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰδικαιώματά σου. 172 Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιάσου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. 173 Γενέσθω ἡχείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.174 Ἐπεπόθησα τὸ σωτήριόν σου Κύριε, καὶ ὁ νόμος σουμελέτημου ἐστί. 175Ζήσεται ἡψυχήμουκαὶ αἰνέσει σε, καὶτὰ κρίματά σουβοηθήσει μοι. 176Ἐπλανήθηνὡςπρόβατονἀπολωλὸς, ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σουοὐκ ἐπελαθόμην.

1191 Ὠδὴ τῶν ἀναβαθμῶν.

Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶεἰσήκουσέ μου. 2Κύριε, ῥῦσαι τὴνψυχήν μου ἀπὸ χειλέωνἀδίκων καὶ ἀπὸ γλώσσης δολίας.

3 Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσανδολίαν; 4 Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖςἄνθραξι τοῖς ἐρημικοῖς.

5 Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσαμετὰ τῶν σκηνωμάτων Κηδάρ. 6 Πολλὰ παρῴκησεν ἡψυχή μου· μετὰ τῶν μισούντων τὴν εἰρήνην. 7 Ἤμηνεἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.

1201 Ὠδὴ τῶν ἀναβαθμῶν.

Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξειἡ βοήθειά μου. 2 Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ

Page 128: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 120:3 128 ΨΑΛΜΟΙ 122:3ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. 3Μὴδῴης εἰς σάλοντὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε. 4 Ἰδοὺ οὐνυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. 5Κύριοςφυλάξει σε, Κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου.6 Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴννύκτα. 7 Κύριος φυλάξαι σε ἀπὸ παντὸς κακοῦ, φυλάξειτὴν ψυχήν σου ὁ Κύριος. 8 Κύριος φυλάξει τὴν εἴσοδόνσου, καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

1211 Ὠδὴ τῶν ἀναβαθμῶν.

Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι, εἰς οἶκον Κυρίουπορευσόμεθα. 2 Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖςαὐλαῖς σου Ἱερουσαλήμ. 3 Ἱερουσαλὴμ οἰκοδομουμένηὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπιτοαυτό. 4 Ἐκεῖ γὰρἀνέβησαν αἱ φυλαὶ, φυλαὶ Κυρίου μαρτύριον τῷ Ἰσραὴλ,τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. 5 Ὅτι ἐκεῖἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυίδ.

6 Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλὴμ, καὶεὐθηνία τοῖς ἀγαπῶσί σε. 7 Γενέσθω δὴ εἰρήνη ἐντῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου.8Ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, ἐλάλουνδὴ εἰρήνην περὶ σοῦ. 9 Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦἡμῶν ἐξεζήτησα ἀγαθά σοι.

1221 Ὠδὴ τῶν ἀναβαθμῶν.

Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦνταἐν τῷ οὐρανῷ. 2 Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖραςτῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖραςτῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριοντὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. 3 Ἐλέησονἡμᾶς Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν

Page 129: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 122:4 129 ΨΑΛΜΟΙ 125:1ἐξουδενώσεως. 4 Ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν·τὸ ὄνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖςὑπερηφάνοις.

1231 Ὠδὴ τῶν ἀναβαθμῶν.

Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ, 2 εἰ μὴὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφʼἡμᾶς, 3 ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς· ἐν τῷ ὀργισθῆναιτὸν θυμὸν αὐτῶν ἐφʼ ἡμᾶς, 4ἄρα τὸ ὕδωρ ἂν κατεπόντισενἡμᾶς· χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν. 5 Ἄρα διῆλθεν ἡψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον.

6 Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖςὀδοῦσιν αὐτῶν. 7 Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθηἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη, καὶἡμεῖς ἐῤῥύσθημεν. 8 Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου,τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

1241 Ὠδὴ τῶν ἀναβαθμῶν.

Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιὼν, οὐσαλευθήσεται εἰς αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ· 2 ὄρηκύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ, ἀπὸτοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. 3Ὅτι οὐκ ἀφήσει Κύριος τὴνῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων,ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖραςαὐτῶν.

4 Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇκαρδίᾳ. 5Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς, ἀπάξειΚύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. εἰρήνη ἐπὶτὸν Ἰσραήλ.

1251 Ὠδὴ τῶν ἀναβαθμῶν.

Page 130: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 125:2 130 ΨΑΛΜΟΙ 127:3Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν,

ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. 2 Τότε ἐπλήσθη χαρᾶςτὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως· τότεἐροῦσιν ἐν τοῖς ἔθνεσιν, ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαιμετʼ αὐτῶν. 3 Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθʼ ἡμῶν,ἐγενήθημεν εὐφραινόμενοι.

4 Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡςχειμάῤῥους ἐν τῷ Νότῳ. 5 Οἱ σπείροντες ἐν δάκρυσιν,ἐν ἀγαλλιάσει θεριοῦσι. 6 Πορευόμενοι ἐπορεύοντο, καὶἔκλαιον βάλλοντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.

1261 Ὠδὴ τῶν ἀναβαθμῶν.

Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασανοἱ οἰκοδομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτηνἠγρύπνησεν ὁ φυλάσσων. 2 Εἰς μάτην ὑμῖν ἐστι τὸὀρθρίζειν· ἐγείρεσθε μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτονὀδύνης, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον.

3 Ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί, ὁ μισθὸς τοῦ καρποῦτῆς γαστρός. 4 Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱυἱοὶ τῶν ἐκτετιναγμένων. 5 Μακάριος ὃς πληρώσει τὴνἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν· οὐ καταισχυνθήσονται, ὅτανλαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.

1271 Ὠδὴ τῶν ἀναβαθμῶν.

Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱπορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. 2 Τοὺς πόνους τῶνκαρπῶν σου φάγεσαι· μακάριος εἶ καὶ καλῶς σοι ἔσται.3 Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν ταῖς κλίτεσι τῆςοἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆςτραπέζης σου.

Page 131: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 127:4 131 ΨΑΛΜΟΙ 129:84 Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος

τὸν Κύριον. 5 Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν, καὶ ἴδοις τὰἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· 6 Καὶἴδοις υἱοὺς τῶν υἱῶν σου· εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

1281 Ὠδὴ τῶν ἀναβαθμῶν.

Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴἸσραήλ· 2Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶγὰρ οὐκ ἠδυνήθησάν μοι. 3Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινονοἱ ἁμαρτωλοὶ, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. 4 Κύριοςδίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν.

5 Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσωπάντες οἱ μισοῦντες Σιών. 6 Γενηθήτωσαν ὡσεὶ χόρτοςδωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· 7 Οὗ οὐκἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλποναὐτοῦ ὁ τὰ δράγματα συλλέγων. 8 Καὶ οὐκ εἶπαν οἱπαράγοντες, εὐλογία Κυρίου ἐφʼ ὑμᾶς, εὐλογήκαμεν ὑμᾶςἐν ὀνόματι Κυρίου.

1291 Ὠδὴ τῶν ἀναβαθμῶν.

Ἐκ βαθέων ἐκέκραξά σοι Κύριε. 2 Κύριε εἰσάκουσοντῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴνφωνὴν τῆς δεήσεώς μου. 3 Ἐὰν ἀνομίας παρατηρήσῃςΚύριε, Κύριε, τίς ὑποστήσεται; 4 Ὅτι παρὰ σοὶ ὁ ἱλασμόςἐστιν· ἕνεκεν τοῦ ὀνόματός σου 5 ὑπέμεινά σε Κύριε,ὑπέμεινεν ἡψυχή μου εἰς τὸν λόγον σου, 6ἤλπισεν ἡψυχήμου ἐπὶ τὸν Κύριον· ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός,

7 Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον· ὅτι παρὰ τῷ Κυρίῳτὸ ἔλεος, καὶ πολλὴ παρ αὐτῷ λύτρωσις. 8 Καὶ αὐτὸςλυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Page 132: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 130:1 132 ΨΑΛΜΟΙ 131:12130

1 Ὠδὴ τῶν ἀναβαθμῶν.Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν

οἱ ὀφθαλμοί μου· οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐνθαυμασίοις ὑπὲρ ἐμέ. 2 Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰὕψωσα τὴν ψυχήν μου· ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶτὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου.3 Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕωςτοῦ αἰῶνος.

1311 Ὠδὴ τῶν ἀναβαθμῶν.

Μνήσθητι Κύριε τοῦ Δαυὶδ, καὶ πάσης τῆς πρᾳότητοςαὐτοῦ· 2 Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ· 3 Εἰεἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαιἐπὶ κλίνης στρωμνῆς μου· 4 Εἰ δώσω ὕπνον τοῖςὀφθαλμοῖς μοῦ, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν,καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου· 5 Ἕως οὗ εὕρω τόποντῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. 6 Ἰδοὺ ἠκούσαμεναὐτὴν ἐν Ἐφραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦδρυμοῦ. 7 Εἰσελευσώμεθα εἰς τὰ σκηνώματα αὐτοῦ·προσκυνήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδεςαὐτοῦ.

8 Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡκιβωτὸς τοῦ ἁγιάσματός σου. 9 Οἱ ἱερεῖς σου ἐνδύσονταιδικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. 10 ἝνεκενΔαυὶδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦχριστοῦ σου.

11ὬμοσεΚύριος τῷΔαυὶδ ἀλήθειαν, καὶ οὐ μὴἀθετήσειαὐτὴν, ἐκ καρποῦ τῆς κοιλίας σου, θήσομαι ἐπὶ τοῦ θρόνονσου. 12 Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου,καὶ τὰ μαρτύριά μου ταῦτα ἃ διδάξω αὐτοὺς, καὶ οἱ υἱοὶαὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου.

Page 133: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 131:13 133 ΨΑΛΜΟΙ 134:313 Ὅτι ἐξελέξατο Κύριος τὴν Σιὼν, ᾑρετίσατο αὐτὴν εἰςκατοικίαν ἑαυτῷ. 14 Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνααἰῶνος, ὧδε κατοικήσω ὅτι ᾑρετισάμην αὐτήν. 15 Τὴνθήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆςχορτάσω ἄρτων. 16 Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν,καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. 17 Ἐκεῖἐξανατελῶ κέρας τῷ Δαυὶδ, ἡτοίμασα λύχνον τῷ χριστῷσου. 18Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσωαἰσχύνην, ἐπὶ δὲ αὐτὸνἐξανθήσει τὸ ἁγίασμά μου.

1321 Ὠδὴ τῶν ἀναβαθμῶν.

Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλʼ ἢ τὸ κατοικεῖνἀδελφοὺς ἐπιτοαυτό; 2 Ὡς μῦρον ἐπὶ κεφαλῆς τὸκαταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρὼν, τὸκαταβαῖνον ἐπὶ τὴν ὦαν τοῦ ἐνδύματος αὐτοῦ. 3 Ὡςδρόσος Ἀερμῶν ὁ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών· ὅτι ἐκεῖἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.

1331 Ὠδὴ τῶν ἀναβαθμῶν.

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον πάντες οἱ δοῦλοι Κυρίου,οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν·2 ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶεὐλογεῖτε τὸν Κύριον. 3 Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν, ὁποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.

1341 Ἀλληλούϊα.

Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε δοῦλοι Κύριον, 2 Οἱἑστῶτες ἐν οἴκω Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.3 Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος· ψάλατε τῷὀνόματι αὐτοῦ, ὅτι καλόν.

Page 134: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 134:4 134 ΨΑΛΜΟΙ 135:14 Ὅτι τὸν Ἰακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, Ἰσραὴλ

εἰς περιουσιασμὸν ἑαυτῷ. 5 Ὅτι ἐγὼ ἔγνωκα, ὅτιμέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺςθεούς. 6 Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐντῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐνπάσαις ταῖς ἀβύσσοις. 7 Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆςγῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν· ὁ ἐξάγων ἀνέμους ἐκθησαυρῶν αὐτοῦ. 8 Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτουἀπὸ ἀνθρώπου ἕως κτήνους. 9 Ἐξαπέστειλεν σημεῖακαὶ τέρατα ἐν μέσῳ σου Αἴγυπτε, ἐν Φαραῷ καὶ ἐνπᾶσι τοῖς δούλοις αὐτοῦ. 10 Ὃς ἐπάταξεν ἔθνη πολλά,καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς· 11 τὸν Σηὼν βασιλέατῶν Ἀμοῤῥαίων, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, καὶπάσας τὰς βασιλείας Χαναάν· 12Καὶ ἔδωκε τὴν γῆν αὐτῶνκληρονομίαν, κληρονομίαν Ἰσραὴλ λαῷ αὐτοῦ.

13 Κύριε τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ τὸ μνημόσυνόνσου εἰς γενεὰν καὶ γενεάν. 14 Ὅτι κρινεῖ Κύριος τὸνλαὸν αὐτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται.15 Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργαχειρῶν ἀνθρώπων. 16 Στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν,ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· 17 Ὦτα ἔχουσι καὶοὐκ ἐνωτισθήσονται, οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματιαὐτῶν. 18 Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶπάντες οἱ πεποιθότες ἐπʼ αὐτοῖς.

19 Οἶκος Ἰσραὴλ εὐλογήσατε τὸν Κύριον, οἶκος Ἀαρὼνεὐλογήσατε τὸν Κύριον· 20 Οἶκος Λευὶ, εὐλογήσατε τὸνΚύριον, οἱ φοβούμενοι τὸν Κύριον εὐλογήσατε τὸνΚύριον. 21 Εὐλογητὸς Κύριος ἐκ Σιὼν, ὁ κατοικῶνἹερουσαλήμ.

1351 Ἀλληλούϊα.

Page 135: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 135:2 135 ΨΑΛΜΟΙ 135:22Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα

τὸ ἔλεος αὐτοῦ. 2 Ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, ὅτιεἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 3Ἐξομολογεῖσθε τῷ Κυρίῳτῶν κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

4 Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, ὅτι εἰς τὸναἰῶνα τὸ ἔλεος αὐτοῦ. 5 Τῷ ποιήσαντι τοὺς οὐρανοὺςἐν συνέσει, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 6 Τῷστερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὅτι εἰς τὸν αἰῶνατὸ ἔλεος αὐτοῦ. 7 Τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, ὅτιεἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 8Τὸν ἥλιον εἰς ἐξουσίαν τῆςἡμέρας, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 9 Τὴν σελήνηνκαὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός, ὅτι εἰς τὸναἰῶνα τὸ ἔλεος αὐτοῦ.

10 Τῷπατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν,ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 11 Καὶ ἐξαγαγόντι τὸνἸσραὴλ ἐκ μέσου αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·12 Ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, ὅτι εἰς τὸναἰῶνα τὸ ἔλεος αὐτοῦ. 13 Τῷ καταδιελόντι τὴν ἐρυθρὰνθάλασσαν εἰς διαιρέσεις, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·14Καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς, ὅτι εἰς τὸναἰῶνα τὸ ἔλεος αὐτοῦ· 15 Καὶ ἐκτινάξαντι Φαραὼ καὶ τὴνδύναμιν αὐτοῦ εἰς θάλασσαν ἐρυθράν, ὅτι εἰς τὸν αἰῶνατὸ ἔλεος αὐτοῦ. 16 Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

17 Τῷ πατάξαντι βασιλεῖς μεγάλους, ὅτι εἰς τὸν αἰῶνατὸ ἔλεος αὐτοῦ. 18 Καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς,ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 19 Τὸν Σηὼν βασιλέατῶν Ἀμοῤῥαίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 20 Καὶτὸν Ὢγ βασιλέα τῆς Βασάν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεοςαὐτοῦ. 21 Καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν, ὅτι εἰςτὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 22 κληρονομίαν Ἰσραὴλ δούλῳαὐτοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Page 136: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 135:23 136 ΨΑΛΜΟΙ 137:223 Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 24Καὶ ἐλυτρώσατο ἡμᾶςἐκ τῶν ἐχθρῶν ἡμῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.25Ὁδιδοὺς τροφὴν πάσῃ σαρκὶ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεοςαὐτοῦ. 26Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸναἰῶνα τὸ ἔλεος αὐτοῦ.

1361 Τῷ Δαυὶδ, Ἱερεμίου.

Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. 2 Ἐπὶταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν.3 Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς,λόγουςᾠδῶν, καὶ οἱ ἀπαγαγόντες ἡμᾶς, ὕμνον· ᾄσατε ἡμῖνἐκ τῶν ᾠδῶν Σιών.

4 Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;5 Ἐὰν ἐπιλάθωμαί σου Ἱερουσαλήμ, ἐπιλησθείη ἡ δεξιάμου. 6 Κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μήσου μνησθῷ· ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ἐνἀρχῇ τῆς εὐφροσύνης μου.

7 Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέρανἹερουσαλήμ· τῶν λεγόντων, ἐκκενοῦτε ἐκκενοῦτε,ἕως τῶν θεμελίων αὐτῇς. 8 Θυγάτηρ Βαβυλῶνοςἡ ταλαίπωρος, μακάριος ὃς ἀνταποδώσει σοι τὸἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν. 9 Μακάριος ὃςκρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.

1371 Ψαλμὸς τῷ Δαυὶδ, Ἀγγαίου καὶ Ζαχαρίου.

Ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, καὶἐναντίον ἀγγέλων ψαλῶ σοι, ὅτι ἤκουσας πάντα τὰῥήματα τοῦ στόματός μου. 2Προσκυνήσωπρὸς ναὸν ἅγιόνσου, καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου, ἐπὶ τῷ ἐλέει

Page 137: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 137:3 137 ΨΑΛΜΟΙ 138:12σου καὶ τῇ ἀληθείᾳ σου· ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνοματὸ ἅγιόν σου. 3 Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺἐπάκουσόν μου· πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμεισου. 4 Ἐξομολογησάσθωσάν σοι Κύριε πάντες οἱ βασιλεῖςτῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου.5 Καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου, ὅτι μεγάλη ἡ δόξαΚυρίου.

6 Ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ, καὶτὰ ὑψηλὰ ἀπομακρόθεν γινώσκει. 7 Ἐὰν πορευθῶἐν μέσῳ θλίψεως, ζήσεις με· ἐπʼ ὀργὴν ἐχθρῶν μουἐξέτεινας χεῖράς σου, καὶ ἔσωσέ με ἡ δεξιά σου. 8 Κύριεἀνταποδώσεις ὑπὲρ ἐμοῦ· Κύριε τὸ ἔλεός σου εἰς τὸναἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.

1381 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

Κύριε ἐδοκίμασάς με, καὶ ἔγνως με. 2 Σὺ ἔγνως τὴνκαθέδραν μου, καὶ τὴν ἔγερσίν μου· σὺ συνῆκας τοὺςδιαλογισμούς μουἀπὸμακρόθεν. 3Τὴν τρίβονμου καὶ τὴνσχοῖνόνμου ἑξιχνίασας· καὶ πάσας τὰς ὁδούς μουπροεῖδες,4 ὅτι οὐκ ἔστι λόγος ἄδικος ἐν γλώσσῃ μου· ἰδοὺ Κύριε, σὺἔγνως πάντα 5 τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶἔθηκας ἐπʼ ἐμὲ τὴν χεῖρά σου.

6 Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη,οὐ μὴ δύνωμαι πρὸς αὐτήν. 7 Ποῦ πορευθῶ ἀπὸ τοῦπνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;8 Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰςτὸν ᾅδην, πάρει. 9 Ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατʼὀρθὸν, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης,10 καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει μεἡ δεξιά σου. 11 Καὶ εἶπα, ἄρα σκότος καταπατήσει με,καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου. 12 Ὅτι σκότος οὐσκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται·

Page 138: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 138:13 138 ΨΑΛΜΟΙ 139:6

ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς. 13 Ὅτισὺ ἐκτήσω τοὺς νεφρούς μου Κύριε, ἀντελάβου μου ἐκγαστρὸς μητρός μου. 14Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶςἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μουγινώσκει σφόδρα. 15Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτωτῆς γῆς. 16 Ἀκατέργαστόν μου εἶδου οἱ ἀφθαλμοί σου,καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέραςπλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς.

17 Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου ὁ Θεὸς, λίανἐκραταιώθησαναἱ ἀρχαὶ αὐτῶν. 18Ἐξαριθμήσομαι αὐτοὺςκαὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην, καὶ ἔτι εἰμὶμετὰ σοῦ.

19 Ἐὰν ἀποκτείνῃς ἁμαρτωλοὺς ὁ Θεός· ἄνδρες αἱμάτωνἐκκλίνατε ἀπʼ ἐμοῦ, 20ὅτι ἐρεῖς εἰς διαλογισμόν· λήψονταιεἰς ματαιότητα τὰς πόλεις σου. 21 Οὐχὶ τοὺς μισοῦντάςσε Κύριε ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην;22 Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντόμοι. 23 Δοκίμασόν με ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου·ἔτασόν με, καὶ γνῶθι τὰς τρίβους μου. 24 Καὶ ἴδε εἰ ὁδὸςἀνομίας ἐν ἐμοὶ, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.

1391 Εἰς τὸ τέλος, τῷ Δαυὶδ ψαλμός.

2 Ἐξελοῦ με Κύριε ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸἀνδρὸς ἀδίκου ῥῦσαί με· 3 οἵτινες ἐλογίσαντο ἀδικίαςἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους.4 Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, ἰὸς ἀσπίδωνὑπὸ τὰ χείλη αὐτῶν· διάψαλμα. 5 Φύλαξόν με Κύριε ἐκχειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με·οἵτινες ἐλογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου.6Ἔκρυψαν ὑπερήφανοι παγίδα μοι· καὶ σχοινία διέτειναν

Page 139: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 139:7 139 ΨΑΛΜΟΙ 140:5παγίδας τοῖς ποσί μου, ἐχόμενα τρίβου σκάνδαλον ἔθεντόμοι· διάψαλμα.

7 Εἶπα τῷ Κυρίῳ, Θεός μου εἶ σὺ· ἐνώτισαι, Κύριε, τὴνφωνὴν τῆς δεήσεώς μου. 8 Κύριε Κύριε, δύναμις τῆςσωτηρίας μου, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳπολέμου. 9Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μουἁμαρτωλῷ· διελογίσαντο κατʼ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με,μή ποτε ὑψωθῶσι· διάψαλμα.

10 Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶνχειλέων αὐτῶν καλύψει αὐτούς. 11 Πεσοῦνται ἐπʼαὐτοὺς ἄνθρακες πυρὸς ἐπὶ τῆς γῆς, καὶ καταβαλεῖςαὐτοὺς ἐν ταλαιπωρίαις, οὐ μὴ ὑποστῶσιν. 12 Ἀνὴργλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς· ἄνδραἄδικον κακὰ θηρεύσει εἰς καταφθοράν. 13 Ἔγνων ὅτιποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ, καὶ τὴν δίκην τῶνπενήτων. 14 Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματίσου, κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.

1401 Ψαλμὸς τῷ Δαυίδ.

Κύριε ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· πρόσχες τῇφωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ.2Κατευθυνθήτωἡπροσευχήμουὡςθυμίαμα ἐνώπιόν σου·ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. 3 Θοῦ, Κύριε,φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰχείλη μου. 4 Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγουςπονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις,σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴσυνδοιάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. 5 Παιδεύσει μεδίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴλιπανάτω τὴν κεφαλήν μου, ὅτι ἔτι καὶ ἡ προσευχή μουἐν ταῖς εὐδοκίαις αὐτῶν.

Page 140: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 140:6 140 ΨΑΛΜΟΙ 142:1

6 Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κραταιοὶ αὐτῶν·ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἠδύνθησαν. 7 Ὡσεὶ πάχοςγῆς διεῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶνπαρὰ τὸν ᾅδην. 8 Ὅτι πρὸς σὲ, Κύριε Κύριε, οἱ ὀφθαλμοίμου, ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.9 Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸσκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. 10Πεσοῦνταιἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοὶ, καταμόνας εἰμὶ ἐγὼἕως οὗ ἂν παρέλθω.

1411 Συνέσεως τῷ Δαυὶδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ,προσευχή.

2 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸςΚύριον ἐδεήθην. 3 Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίνμου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. 4 Ἐν τῷἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμάμου, καὶ σὺ ἔγνως τὰς τρίβουςμου· ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.5 Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, ὅτι οὐκ ἦν ὁἐπιγινώσκων με· ἀπώλετο φυγὴ ἀπʼ ἐμοῦ, καὶ οὐκ ἔστινὁ ἐκζητῶν τὴν ψυχήν μου. 6 Πρὸς σὲ, Κύριε, ἐκέραξα,καὶ εἶπα, σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου ἐν γῇ ζώντων.7 Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα·ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησανὑπὲρ ἐμέ. 8 Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦἐξομολογήσασθαι τῷ ὀνόματί σου, Κύριε· ἐμὲ ὑπομενοῦσιδίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

1421 Ψαλμὸς τῷ Δαυὶδ, ὅτε αὐτὸν ὁ υἱὸς κατεδιώκει.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴνδέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐπάκουσόν μου ἐν τῇ

Page 141: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 142:2 141 ΨΑΛΜΟΙ 143:4δικαιοσύνῃ σου. 2 Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦδούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.

3Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴνψυχήνμου· ἐταπείνωσενεἰς τὴν γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡςνεκροὺς αἰῶνος, 4 καὶ ἠκηδίασεν ἐπʼ ἐμὲ τὸ πνεῦμά μου·ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 Ἐμνήσθην ἡμερῶνἀρχαίων· καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐνποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 Διεπέτασα πρὸς σὲτὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι· διάψαλμα.

7 Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμάμου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ,καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.8 Ἀκουστὸν ποίησόν μοι τοπρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶσοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι,ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου. 9 Ἐξελοῦ με ἐκ τῶνἐχθρῶν μου Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. 10 Δίδαξόν μετοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι Θεός μου εἶ σὺ, τὸ πνεῦμάσου τὸ ἁγαθὸν ὁδηγήσει με ἐν τῇ εὐθείᾳ. 11 Ἕνεκα τοῦὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σουἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. 12 Καὶ ἐν τῷ ἐλέεισου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάνταςτοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι δοῦλός σου εἰμὶ ἐγώ.

1431 Τῷ Δαυὶδ πρὸς τὸν Γολιάδ.

Εὐλογήτος Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράςμου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον·2 Ἔλεός μου καὶ καταφυγή μου, ἀντιλήπτωρ μου καὶῥύστης μου, ὑπερασπιστής μου, καὶ ἐπʼ αὐτῷ ἤλπισα, ὁὑποτάσσων τὸν λαόν μου ὑπʼ ἐμέ.

3 Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; ἢυἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν; 4Ἄνθρωπος ματαιότητιὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι.

Page 142: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 143:5 142 ΨΑΛΜΟΙ 144:65 Κύριε, κλῖνον οὐρανούς σου καὶ κατάβηθι, ἅψαι

τῶν ὀρέων καὶ καπνισθήσονται. 6 Ἄστραψον ἀστραπὴνκαὶ σκορπιεῖς αὐτοὺς, ἐξαπόστειλον τὰ βέλη σου καὶσυνταράξεις αὐτούς. 7 Ἐξαπόστειλον τὴν χεῖρά σουἐξ ὕψους, ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν,ἐκ χειρὸς υἱῶν ἀλλοτρίων· 8 ὧν τὸ στόμα ἐλάλησεματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.

9 Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι, ἐν ψαλτηρίῳδεκαχόρδῳ ψαλῶ σοι· 10 Τῷ διδόντι τὴν σωτηρίαν τοῖςβασιλεῦσι, τῷ λυτρουμένῳ Δαυὶδ τὸν δοῦλον αὐτοῦ ἐκῥομφαίας πονηρᾶς. 11 Ῥῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸςυἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας· 12 ὧν οἱ υἱοὶ ὡς νεόφυταἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν· αἱ θυγατέρες αὐτῶνκεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ.13 Τὰ ταμεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτουεἰς τοῦτο· τὰ πρόβατα αὐτῶν πολυτόκα, πληθύνοντα ἐνταῖς ἐξόδοις αὐτῶν· 14 Οἱ βόες αὐτῶν παχεῖς· οὐκ ἔστικατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος, οὐδὲ κραυγὴ ἐν ταῖςἐπαύλεσιν αὐτῶν. 15 Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι·μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ.

1441 Αἴνεσις τοῦ Δαυίδ.

Ὑψώσω σε, ὁ Θεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσωτὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦαἰῶνος. 2 Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσωτὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦαἰῶνος. 3 Μέγας ὁ Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆςμεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. 4 Γενεὰ καὶ γενεὰἐπαινέσει τὰ ἔργα σου, καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι.5 Καὶ τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σουλαλήσουσι, καὶ τὰ θαυμάσιά σου διηγήσονται. 6 Καὶ τὴν

Page 143: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 144:7 143 ΨΑΛΜΟΙ 145:3δύναμιν τῶν φοβερῶν σου ἐροῦσι, καὶ τὴν μεγαλωσύνηνσου διηγήσονται. 7Μνήμην τοῦ πλήθους τῆς χρηστότητόςσου ἐξερεύξονται, καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.

8 Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμοςκαὶ πολυέλεος. 9 Χρηστὸς Κύριος τοῖς ὑπομένουσι,καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.10Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶοἱ ὅσιοί σου εὐλογησάτωσάν σε. 11 Δόξαν τῆς βασιλείαςσου ἐροῦσι, καὶ τὴν δυναστείαν σου λαλήσουσιν· 12 Τοῦγνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου,καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου.13 Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡδεσποτία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· 13a πιστὸς Κύριοςἐν τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.

14 Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους. 15 Οἱ ὀφθαλμοὶπάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶνἐν εὐκαιρίᾳ. 16 Ἀνοίγεις σὺ τὰς χεῖράς σου, καὶ ἐμπιπλᾷςπᾶν ζῶον εὐδοκίας. 17Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖςαὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.

18 Ἐγγὺς Κύριος πᾶσιν τοῖς ἐπικαλουμένοις αὐτόν,πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. 19 Θέληματῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεωςαὐτῶν ἐπακούσεται, καὶ σώσει αὐτούς. 20 ΦυλάσσειΚύριος πάντας τοὺς ἀγαπῶντας αὐτόν, καὶ πάντας τοὺςἁμαρτωλοὺς ἐξολοθρεύσει. 21 Αἴνεσιν Κυρίου λαλήσει τὸστόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιοναὐτοῦ, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

1451 Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου.

Αἰνεῖ ἡ ψυχή μου τὸν Κύριον. 2 Αἰνέσω Κύριον ἐν ζωῇμοῦ, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. 3 Μὴ πεποίθατε ἐπʼ

Page 144: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 145:4 144 ΨΑΛΜΟΙ 146:9ἄρχοντας, καὶ ἐφʼ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία.4 Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὴνγῆν αὐτοῦ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱδιαλογισμοὶ αὐτῶν.

5 Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθός αὐτοῦ, ἡ ἐλπὶςαὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ· 6 Τὸν ποιήσαντατὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντατὰ ἐν αὐτοῖς· τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,7 ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖςπεινῶσι. Κύριος λύει πεπεδημένους, 8 Κύριος σοφοῖτυφλοὺς,

Κύριος ἀνορθοῖ κατεῤῥαγμένους, Κύριος ἀγαπᾷδικαίους, 9 Κύριος φυλάσσει τοὺς προσηλύτους· ὀρφανὸνκαὶ χήραν ἀναλήμψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.10 Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιὼν, εἰςγενεὰν καὶ γενεάν.

1461 Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου.

Αἰνεῖτε τὸν Κύριον ὅτι ἀγαθὸν ψαλμός, τῷ Θεῷ ἡμῶνἡδυνθείη αἴνεσις. 2 Οἰκοδομῶν Ἱερουσαλὴμ ὁ Κύριος,καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει· 3 Ὁ ἰώμενοςτοὺς συντετριμμένους τὴν καρδίαν, καὶ δεσμεύων τὰσυντρίμματα αὐτῶν· 4 Ὁ ἀριθμῶν πλήθη ἄστρων, καὶπᾶσιν αὐτοῖς ὀνόματα καλῶν. 5Μέγας ὁ Κύριος ἡμῶν, καὶμεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστινἀριθμός. 6 Ἀναλαμβάνων πρᾳεῖς ὁ Κύριος, ταπεινῶν δὲἁμαρτωλοὺς ἕως τῆς γῆς.

7 Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει, ψάλατε τῷΘεῷ ἡμῶν ἐν κιθάρᾳ· 8 Τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐννεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν· τῷ ἐξανατέλλοντιἐν ὄρεσι χόρτον, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων·9καὶ διδόντι τοῖς κτήνεσι τροφὴναὐτῶν, καὶ τοῖς νεοσσοῖς

Page 145: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 146:10 145 ΨΑΛΜΟΙ 148:6τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. 10 Οὐκ ἐν τῇδυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦἀνδρὸς εὐδοκεῖ. 11 Εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοιςαὐτὸν, καὶ ἐν πᾶσιν τοῖς ἐλπιζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ.

1471 Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου.

Ἐπαίνει, Ἱερουσαλήμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σουΣιών. 2 Ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου,εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί. 3 Ὁ τιθεὶς τὰ ὅριά σουεἰρήνην, καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε· 4 Ὁ ἀποστέλλωντὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγοςαὐτοῦ· 5 Τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶσποδὸν πάσσοντος· 6 Βάλλοντος κρύσταλλον αὐτοῦ ὠσεὶψωμούς· κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται;7 Ἀποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτά, πνεύσει τὸπνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα. 8 Ἀπαγγέλλων τὸνλόγοναὐτοῦ τῷἸακώβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷἸσραήλ. 9Οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει, καὶ τὰ κρίματααὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.

1481 Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐντοῖς ὑψίστοις. 2 Αἰνεῖτε αὐτόν πάντες οἱ ἄγγελοι αὐτοῦ,αἰνεῖτε αὐτόν πᾶσαι αἱ δυνάμεις αὐτοῦ. 3 Αἰνεῖτε αὐτόνἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν πάντα τὰ ἄστρα καὶ τὸφῶς. 4 Αἰνεῖτε αὐτόν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. 5Αἰνεσάτωσαν τὸ ὄνομαΚυρίου· ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατοκαὶ ἐκτίσθησαν. 6Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸναἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

Page 146: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 148:7 146 ΨΑΛΜΟΙ 150:27 Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ

πᾶσαι ἄβυσσοι· 8 Πῦρ, χάλαζα, χιὼν, κρύσταλλος, πνεῦμακαταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· 9 Τὰ ὄρη καὶπάντες βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· 10 Τὰθηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά·11 Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντεςκριταὶ γῆς· 12 Νεανίσκοι καὶ παρθένοι, πρεσβύται μετὰνεωτέρων 13 αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθητὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶοὐρανοῦ, 14καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὕμονς πᾶσι τοῖςὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

1491 Ἀλληλούϊα.

Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ἡ αἴνεσις αὐτοῦ ἐνἐκκλησίᾳ ὁσίων. 2 Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντιαὐτὸν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖαὐτῶν. 3 Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐντυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. 4 Ὅτι εὐδοκεῖΚύριος ἐν λαῷ αὐτοῦ, καὶ ὑψώσει πρᾳεῖς ἐν σωτηρίᾳ.

5 Καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶτῶν κοιτῶν αὐτῶν. 6 Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν λάρυγγιαὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν· 7Τοῦποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς·8 Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺςἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς· 9Τοῦ ποιῆσαι ἐναὐτοῖς κρίμα ἔγγραπτον· δόξα αὕτη ἐστὶ πᾶσι τοῖς ὁσίοιςαὐτοῦ.

1501 Ἁλληλούϊα.

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸνἐν στερεώματι δυνάμεως αὐτοῦ. 2 Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς

Page 147: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

ΨΑΛΜΟΙ 150:3 147 ΨΑΛΜΟΙ 151:7δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆςμεγαλωσύνης αὐτοῦ. 3 Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος,αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 4Αἰνεῖτε αὐτὸν ἐντυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.5 Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐνκυμβάλοις ἀλαλαγμοῦ. 6Πᾶσα πνοὴ αἰνεσάτω τὸνΚύριον.

1511 Οὗτος ὁ ψαλμὸς ἰδιόγραφος εἰς Δαυὶδ, καὶ ἔξωθεν τοῦἀριθμοῦ, ὅτε ἐμονομάχησε τῷ Γολιάδ.

Μικρὸς ἤμην ἐν τοῖς ἀδελφοίς μου, καὶ νεώτερος ἐν τῷοἴκῳ τοῦ πατρός μου, ἐποίμαινον τὰ πρόβατα τοῦ πατρόςμου. 2 Αἱ χεῖρές μου ἐποίησαν ὄργανον, καὶ οἱ δάκτυλοίμου ἥρμοσαν ψαλτήριον. 3 Καὶ τίς ἀναγγελεῖ τῷ Κυρίῳμου; αὐτὸς Κύριος, αὐτὸς εἰσακούει. 4Αὐτὸς ἐξαπέστειλεντὸν ἄγγελον αὐτοῦ, καὶ ᾖρέ με ἐκ τῶν προβάτων τοῦπατρός μου, καὶ ἔχρισέ με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὐτοῦ.5Οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι, καὶ οὐκ εὐδόκησεν ἐναὐτοῖς Κύριος. 6 Ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ,καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ· 7 Ἐγὼδὲ σπασάμενος τὴν παρʼ αὐτοῦ μάχαιραν, ἀπεκεφάλισααὐτόν, καὶ ᾖρα ὄνειδος ἐξ υἱῶν Ἰσραήλ.

Page 148: ΨΑΛΜΟΙ 1 - World English BibleΨΑΛΜΟΙ1:1 1 ΨΑΛΜΟΙ2:8 ΨΑΛΜΟΙ 1 1ΜΑΚΑΡΙΟΣἀνὴρ,ὃςοὐκἐπορεύθηἐνβουλῇἀσεβῶν ...

148μετάφραση των εβδομήκοντα

The Greek Septuagint with Apocrypha, compiled by Sir LancelotC. L. Brenton

Public DomainLanguage: Ἑλληνική (Greek, Ancient)Dialect: Koine

2020-03-31PDF generated using Haiola and XeLaTeX on 14 Aug 2021 from source files dated 14Aug 2021734967e0-a3c8-5352-bd68-5f33a0a2f13c