kalimah epigrami

2
1 ῾Ωγρευτής, ᾿Επίκυδες, ἐν οὔρεσι πάντα λαγωόν διφᾷ καὶ πάσης ἴχνια δορκαλίδος στίβῃ καὶ νιφετῷ κεχρημένος· ἢν δέ τις εἴπῃ ‘τῆ, τόδε βέβληται θηρίον’, οὐκ ἔλαβεν. χοὐμὸς ἔρως τοιόσδε· τὰ μὲν φεύγοντα διώκειν οἶδε, τὰ δ' ἐν μέσσῳ κείμενα παρπέταται. 2 ᾿Εχθαίρω τὸ ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθῳ χαίρω, τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει· μισέω καὶ περίφοιτον ἐρώμενον, οὐδ' ἀπὸ κρήνης πίνω· σικχαίνω πάντα τὰ δημόσια. Λυσανίη, σὺ δὲ ναίχι καλὸς καλός—ἀλλὰ πρὶν εἰπεῖν τοῦτο σαφῶς, ᾿Ηχώ φησί τις· ‘ἄλλος ἔχει.’ 3 ῾Ως ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδάν τὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ· αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε· ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία. τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρά τὠγαθόν· ἐκκόπτει τὰν φιλόπαιδα νόσον. ἔσθ' ἁμὶν †χ'ακαστας ἀφειδέα ποττὸν ῎Ερωτα τοῦτ' εἶπαι· ‘κείρευ τὰ πτερά, παιδάριον, οὐδ' ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπῳδαί οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.’ 4 ῞Ημισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ' οὐκ οἶδ' εἴτ' ῎Ερος εἴτ' ᾿Αΐδης ἥρπασε, πλὴν ἀφανές. ἦ ῥά τιν' ἐς παίδων πάλιν ᾤχετο; καὶ μὲν ἀπεῖπον πολλάκι· ‘τὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοι’. †ὀυκισυνιφησον· ἐκεῖσε γὰρ ἡ λιθόλευστος κείνη καὶ δύσερως οἶδ' ὅτι που στρέφεται.

description

Dobar hrv. prijevod Kalimahovih ljubavnihepigrama.

Transcript of kalimah epigrami

1, ,

, , .

, ' .

2 ,

,

, '

.

,

, .

3

,

,

.

, ,

.

' '

' , ,

'

.

4

, ' '

' ' , .

'

.

' .